Enneades
Plotinus
Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.
ἀλλ̓ ἡ ἐναντία τῷ εἴδει παντὶ φύσις στέρησις: στέρησις δὲ ἀεὶ ἐν ἄλλῳ καὶ ἐπ̓ αὐτῆς οὐχ ὑπόστασις: ὥστε τὸ κακὸν εἰ ἐν στερήσει, ἐν τῷ ἐστερημένῳ εἴδους τὸ κακὸν ἔσται: ὥστε καθ̓ ἑαυτὸ οὐκ ἔσται. εἰ οὖν ἐν τῇ ψυχῇ ἔσται κακόν, ἡ στέρησις ἐν αὐτῇ τὸ κακὸν καὶ ἡ κακία ἔσται καὶ οὐδὲν ἔξω. ἐπεὶ καὶ ἄλλοι λόγοι τὴν ὕλην
1.111
ὅλως ἀναιρεῖν ἀξιοῦσιν, οἱ δὲ οὐδ̓ αὐτὴν κακὴν εἶναι οὖσαν. οὐδὲν οὖν δεῖ ἄλλοθεν ζητεῖν τὸ κακόν, ἀλλὰ θέμενον ἐν ψυχῇ οὕτω θέσθαι ἀπουσίαν ἀγαθοῦ εἶναι. ἀλλ̓ εἰ ἡ στέρησις ἐπιβάλλοντός ἐστι παρεῖναι εἴδους τινός, εἰ τοῦ ἀγαθοῦ στέρησις 80
ἐν ψυχῇ, τὴν δὲ κακίαν ἐν αὑτῇ ποιεῖ τῷ λόγῳ τῷ ἑαυτῆς, ἡ ψυχὴ οὐδὲν ἔχει ἀγαθόν: οὐ τοίνυν οὐδὲ ζωὴν οὖσα ψυχή. ἄψυχον ἄρα ἔσται ἡ ψυχή, εἴπερ μηδὲ ζωήν: ὥστε ψυχὴ οὖσα οὐκ ἔσται ψυχή. ἔχει ἄρα τῷ ἑαυτῆς λόγῳ ζωήν: ὥστε οὐ στέρησιν ἔχει τὴν τοῦ ἀγαθοῦ παῤ αὑτῆς. ἀγαθοειδὲς ἄρα ἔχουσά τι ἀγαθὸν νοῦ ἴχνος καὶ οὐ κακὸν παῤ αὑτῆς: οὐκ ἄρα οὐδὲ πρώτως κακὸν οὐδὲ συμβεβηκός τι αὐτῇ τὸ πρώτως κακόν, ὅτι μηδὲ ἄπεστιν αὐτῆς πᾶν τὸ ἀγαθόν.