Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

ζ'. Ἀνακομιζόμενοι δὲ ἐκ Τυρσηνίης καὶ τῆς Ἰβηρίης ἀπικνέονται εἰς Ἰθάκην. καὶ τῷ Μελησιγένει συνέβη νοσήσαντι τοὺς ὀφθαλμοὺς κάρτα δεινῶς ἔχειν, καὶ αὐτὸν θεραπείης εἵνεκα πλεῖν μέλλων εἰς τὴν Λευκάδα, καταλιπεῖν ὁ Μέντης παρὰ ἀνδρὶ φίλῳ ἑωυτοῦ ἐς τὰ μάλιστα Μέντορι τῷ Ἀλκίμου Ἰθακησίῳ, πολλὰ δεηθεὶς ἐπιμελίην ἔχειν· ἐπαναπλώσας δὲ ἀναλήψεσθαι αὐτόν. ὁ δὲ Μέντωρ ἐνοσήλευσεν αὐτὸν ἐκτενέως· καὶ γὰρ τοῦ βίου ἀρκεόντως εἶχε, καὶ ἤκουεν εὖ ἐς δικαιοσύνην τε καὶ φιλοξενίην μακρῷ μάλιστα τῶν ἐν Ἰθάκῃ ἀνδρῶν. ἐνθαῦτα συνέβη τῷ Μελησιγένει περὶ Ὀδυσσέως ἐξιστορῆσαι καὶ πυθέσθαι. οἱ μὲν δὴ Ἰθακήσιοι λέγουσι τότε μιν παρʼ ἑωυτοῖς τυφλωθῆναι· ὡς δὲ ἐγώ φημι τότε μὲν ὑγιῆ γενέσθαι, ὕστερον δὲ ἐν Κολοφῶνι τυφλωθῆναι. συνομολογοῦσι δέ μοι καὶ Κολοφώνιοι τούτοις.

ηʼ. Ὁ δὲ Μέντης ἀναπλέων ἐκ τῆς Λευκάδος προσέσχεν εἰς τὴν Ἰθάκην καὶ ἀνέλαβε τὸν Μελησιγένεα· χρόνον τε ἐπὶ συχνὸν συμπεριέπλει αὐτῷ. ἀπικομένῳ δὲ ἐς Κολοφῶνα συνέβη πάλιν νοσήσαντα τοὺς ὀφθαλμοὺς μὴ δύνασθαι διαφυγεῖν τὴν νόσον, ἀλλὰ τυφλωθῆναι ἐνθαῦτα. ἐκ δὲ τῆς

Κολοφῶνος τυφλὸς ἐὼν ἀπικνέεται εἰς τὴν Σμύρναν καὶ οὕτως ἐπεχείρει τῇ ποιήσει.

θʼ. Χρόνου δὲ προϊόντος ἐν τῇ Σμύρνῃ ἄπορος ἐὼν τοῦ βίου διενοήθη ἀπικέσθαι ἐς Κύμην. πορευόμενος δὲ διὰ τοῦ Ἕρμου πεδίου, ἀπικνέεται ἐς Νέον τεῖχος, ἀποικίην Κυμαίων. ᾠκίσθη δὲ τοῦτο τὸ χωρίον ὕστερον Κύμης ἔτεσιν ὀκτώ. ἐνθαῦτα λέγεται αὐτὸν ἐπιστάντα ἐπὶ σκυτεῖόν τι εἰπεῖν πρῶτα τὰ ἔπεα τάδε·

αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο, οἳ πόλιν αἰπεινὴν Κύμην ἐριώπιδα κούρην ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο· ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς.
ἡ δὲ Σαρδήνη ὄρος ἐστὶν ὑπερκείμενον τοῦ τε Ἕρμου ποταμοῦ καὶ τοῦ Νέου τείχους. τῷ δὲ σκυτεῖ ὄνομα ἦν Τυχίος· ἀκούσαντι δὲ τῶν ἐπέων ἔδοξεν αὐτῷ δέξασθαι τὸν ἄνθρωπον. ἠλέησε γὰρ αἰτέοντα τυφλόν, καὶ ἐκέλευσεν εἰσιέναι τʼ αὐτὸν εἰς τὸ ἐργαστήριον καὶ μετέξειν ἔφη τῶν παρεόντων, ὁ δὲ ἐσῆλθε. κατήμενος δὲ ἐν τῷ σκυτείῳ παρεόντων καὶ ἄλλων τήν τε ποίησιν αὐτοῖς ἐπεδείκνυτο, Ἀμφιάρεώ τε τὴν ἐξελασίαν τὴν ἐς Θήβας, καὶ τοὺς ὕμνους τοὺς ἐς θεοὺς πεποιημένους αὐτῷ· καὶ περὶ τῶν λεγομένων ὑπὸ τῶν παρεόντων ἐς τὸ μέσον γνώμας ἀποφαινόμενος θωύματος ἄξιος ἐφαίνετο εἶναι τοῖς ἀκούουσι.