Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

ι'. Τέως μὲν οὖν κατεῖχεν ὁ Μελησιγένης περὶ τὸ Νέον τεῖχος, ἀπὸ τῆς ποιήσιός γε τοῦ βίου τὴν μηχανὴν ἔχων. ἐδείκνυον δὲ οἱ Νεοτειχεῖς μέχρις ἐπʼ ἐμοῦ τὸν χῶρον ἐν ᾧ κατίζων τῶν ἐπέων τὴν ἐπίδειξιν ἐποιέετο, καὶ κάρτα ἐσέβοντο τὸν τόπον. ἐν ᾧ καὶ αἴγειρος ἐπεφύκει ἣν ἐκεῖνοι ἔφασαν ἀφʼ οὗ ὁ Μελησιγένης ἦλθεν αὐτοῖς πεφυκέναι.

ιαʼ. Χρόνου δὲ προϊόντος, ἀπόρως κείμενος καὶ μόλις τὴν τροφὴν ἔχων ἐπενοήθη εἰς τὴν Κύμην ἀπικέσθαι, εἴ τι βέλτιον πρήξει. μέλλων δὲ πορεύεσθαι τάδε τὰ ἔπεα λέγει·

αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν· τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη·
ἀπὸ δὲ τοῦ Νέου τείχεος πορευόμενος ἀπίκετο εἰς τὴν Κύμην διὰ Λαρίσσης τὴν πορείαν ποιησάμενος· ἦν γὰρ οὕτως αὐτῷ εὐπορώτατον· καί, ὡς Κυμαῖοι λέγουσι, τῷ Φρυγίης βασιλῆϊ Μίδῃ τῷ Γορδίεω δεηθέντων πενθερῶν αὐτοῦ ποιεῖ καὶ τὸ ἐπίγραμμα τόδε, τὸ ἔτι καὶ νῦν ἐπὶ τῆς στήλης τοῦ μνήματος τοῦ Γορδίεω ἐπιγέγραπται·
χαλκῆ παρθένος εἰμί, Μίδεω δʼ ἐπὶ σήματι κεῖμαι·
ἔστʼ ἂν ὕδωρ τε ῥέῃ καὶ δένδρεα μακρὰ τεθήλῃ ἠέλιός τʼ ἀνιὼν λάμπῃ, λαμπρά τε σελήνη, καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα, αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου ἀγγελέω παριοῦσι Μίδης ὅτι τῇδε τέθαπται.

ιβʼ. Κατίζων δὲ ἐν ταῖς λέσχαις τῶν γερόντων ἐν τῇ Κύμῃ ὁ Μελησιγένης τὰ ἔπεα τὰ πεποιημένα αὐτῷ ἐπεδείκνυτο, καὶ ἐν τοῖς λόγοις ἔτερπε τοὺς ἀκούοντας· καὶ αὐτοῦ θωυμασταὶ καθειστήκεσαν. γνοὺς δὲ ὅτι ἀποδέκονται αὐτοῦ τὴν ποίησιν οἱ Κυμαῖοι καὶ εἰς συνήθειαν ἕλκων τοὺς ἀκούοντας, λόγους πρὸς αὐτοὺς τοιούσδε προσήνεγκε, λέγων ὡς εἰ θέλοιεν αὐτὸν δημοσίῃ τρέφειν ἐπικλεεστάτην αὐτῶν τὴν πόλιν ποιήσει. τοῖς δὲ ἀκούουσι βουλομένοις τε ἦν ταῦτα, καὶ αὐτοὶ παρῄνεον ἐλθόντα ἐπὶ τὴν βουλὴν δεηθῆναι τῶν βουλευτέων· καὶ αὐτοὶ ἔφασαν συμπρήξειν. ὁ δὲ ἐπείθετο αὐτοῖς, καὶ βουλῆς συλλεγομένης ἐλθὼν ἐπὶ

τὸ βουλεῖον ἐδεῖτο τοῦ ἐπὶ τῇ τιμῇ ταύτῃ καθεστῶτος ἀπαγαγεῖν αὐτὸν ἐπὶ τὴν βουλήν. ὁ δὲ ὑπεδέξατό τε καὶ ἐπεὶ καιρὸς ἦν ἀπήγαγε· καταστὰς δὲ ὁ Μελησιγένης ἔλεξε περὶ τῆς τροφῆς τὸν λόγον ὃν καὶ ἐν ταῖς λέσχαις ἔλεγεν. ὡς δὲ εἶπεν ἐξελθὼν ἐκάθητο.