Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
δʼ. Ἦν δέ τις ἐν Σμύρνῃ τοῦτον τὸν χρόνον Φήμιος τοὔνομα, παῖδας γράμματα καὶ τὴν ἄλλην μουσικὴν διδάσκων πᾶσαν. οὗτος μισθοῦται τὴν Κρηθηΐδα, ὢν μονότροπος, ἐριουργῆσαι αὐτῷ ἔριά τινα ἃ παρὰ τῶν παίδων εἰς μισθὸν ἐλάμβανεν. ἡ δὲ παρʼ αὐτῷ εἰργάζετο, πολλῷ κοσμίῳ καὶ σωφροσύνῃ πολλῇ χρωμένη, καὶ τῷ Φημίῳ κάρτα ἠρέσκετο. τέλος δὲ προσηνέγκατο αὐτῇ λόγους πείθων ἑωυτῷ συνοικεῖν, ἄλλα τε πολλὰ λέγων οἷς μιν ᾤετο προσάξεσθαι, καὶ ἔτι περὶ τοῦ παιδός, υἱὸν ποιούμενος· καὶ ὅτι τραφεὶς καὶ παιδευθεὶς ὑπʼ αὐτοῦ ἄξιος λόγου ἔσται· ἑώρα γὰρ τὸν
παῖδα ὄντα συνετὸν καὶ κάρτα εὐφυέα· ἔστʼ ἀνέπεισεν αὐτὴν ποιεῖν ταῦτα.ε'. Ὁ παῖς δὲ ἦν τε φύσιν ἔχων ἀγαθήν, ἐπιμελίης τε καὶ παιδεύσιος προσγενομένης αὐτίκα πολλὸν τῶν πάντων ὑπερεῖχε. χρόνου δὲ ἐπιγενομένου ἀνδρούμενος οὐδὲν τοῦ Φημίου ὑποδεέστερος ἦν ἐν τῇ διδασκαλίᾳ. καὶ οὕτως ὁ μὲν Φήμιος ἐτελεύτησε τὸν βίον, καταλιπὼν πάντα τῷ παιδί, οὐ πολλῷ δὲ ὕστερον καὶ ἡ Κρηθηῒς ἐτελεύτησεν. ὁ δὲ Μελησιγένης ἐπὶ τῇ διδασκαλίᾳ καθειστήκει· καθʼ ἑωυτὸν δὲ γενόμενος μᾶλλον ὑπὸ τῶν ἀνθρώπων ἑωρᾶτο. καὶ αὐτοῦ θωυμασταὶ καθειστήκεισαν οἵ τε ἐγχώριοι καὶ τῶν ξένων οἱ ἐσαπικνεόμενοι. ἐμπόριον γὰρ ἦν ἡ Σμύρνη, καὶ σῖτος ἐξήγετο πολὺς αὐτόθεν ἐκ τῆς ἐπικειμένης χώρας δαψιλέως κάρτα ἐσαγόμενος ἐς αὐτήν. οἱ οὖν ξένοι, ὁκότε παύσοιντο τῶν ἔργων, ἀπεσχόλαζον παρὰ τῷ Μελησιγένει ἐγκαθίζοντες.
ϛʼ. Ἦν δὲ ἐν αὐτοῖς τότε καὶ Μέντης ναύκληρος ἀπὸ τῶν περὶ Λευκάδα τόπων καταπεπλευκὼς ἐπὶ σῖτον, ἔχων ναῦν, πεπαιδευμένος τε ἀνὴρ ὡς ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ πολυΐστωρ· ὅς μιν ἔπεισε τὸν Μελησιγένη μεθʼ ἑωυτοῦ πλεῖν καταλύσαντα τὴν διδασκαλίαν, μισθόν τε λαμβάνοντα καὶ τὰ δέοντα πάντα, καὶ ὅτι χώρας καὶ πόλιας θεήσασθαι ἄξιον εἴη αὐτῷ ἕως νέος ἐστί. καί μιν οἴομαι μάλιστα τούτοισι προαχθῆναι· ἴσως γὰρ καὶ τῇ ποιήσει ἤδη τότε ἐπενόει ἐπιθήσεσθαι. καταλύσας
δὲ τὴν διδασκαλίαν ἐναυτίλλετο μετὰ τοῦ Μέντεω. καὶ ὅπου ἑκάστοτε ἀφίκοιτο πάντα τὰ ἐπιχώρια διεωρᾶτο, καὶ ἱστορέων ἐπυνθάνετο. εἰκὸς δέ μιν ἦν καὶ μνημόσυνα πάντων γράφεσθαι.