Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

λε'. Τῶν δὲ ναυτέων καὶ τῶν ἐκ τῆς πόλιος τινῶν ἡμένων παρὰ τῷ Ὁμήρῳ κατέπλωσαν παῖδες ἁλιῆες τὸν τόπον, καὶ ἐκβάντες ἐκ τοῦ ἀκατίου προσελθόντες αὐτοῖς τάδε εἶπον· ἄγετε ὦ ξένοι ἐπακούσατε ἡμέων, ἂν ἄρα δύνησθε διαγνῶναι ἅσσʼ ἂν ὑμῖν εἴπωμεν. καί τις τῶν παρεόντων ἐκέλευε λέγειν· οἱ δὲ εἶπαν ἡμεῖς ἅσσα εἵλομεν κατελίπομεν· ἃ δὲ μὴ εἵλομεν φέρομεν. οἱ δέ φασι μέτρῳ εἰπεῖν αὐτοὺς ἅσσ’ ἕλομεν λιπόμεσθα· ἃ δʼ οὐχ ἕλομεν φερόμεσθα. οὐ δυναμένων δὲ τῶν παρεόντων γνῶναι τὰ ῥηθέντα, διηγήσαντο οἱ παῖδες ὅτι ἁλιεύοντες οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δὲ ἐν γῇ ἐφθειρίζοντο, καὶ ὅσους μὲν ἔλαβον τῶν

φθειρῶν κατέλιπον· ὅσους δὲ μὴ ἐδύναντο ἐς οἴκους ἀπεφέροντο. ὁ δὲ Ὅμηρος ἀκούσας ταῦτα ἔλεξε τὰ ἔπεα τάδε·
τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε, οὔτε βαθυκλήρων οὔτʼ ἄσπετα μῆλα νεμόντων.

λϛ'. Ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν Ὅμηρον τελευτῆσαι ἐν Ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων ῥηθέν, ὡς οἴονταί τινες, ἀλλὰ τῇ μαλακίῃ. τελευτήσας δὲ ἐν τῇ Ἴῳ αὐτοῦ ἐπʼ ἀκτῆς ἐτάφη ὑπό τε τῶν συμπλόων καὶ τῶν πολιήτεων ὅσοι ἐν διαλογῇ ἐγεγένηντο αὐτῷ. καὶ τὸ ἐλεγεῖον τόδε ἐπέγραψαν Ἰῆται ὕστερον χρόνῳ πολλῷ, ὡς ἤδη ἥ τε ποίησις ἐξεπεπτώκεε καὶ ἐθαυμάζετο ὑπὸ πάντων· οὐδὲ Ὁμήρου ἐστίν·

ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύψεν ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.

κζ'. Ὅτι δὲ ἦν Αἰολεὺς Ὅμηρος καὶ οὔτε Ἴων οὔτε Δωριεύς, τοῖς τε εἰρημένοις δεδήλωταί μοι καὶ δὴ καὶ τοῖσδε τεκμαίρεσθαι παρέχει. ἄνδρα ποιητὴν τηλικοῦτον εἰκός ἐστι τῶν νομίμων τῶν παρὰ τοῖς ἀνθρώποις ποιοῦντα ἐς τὴν ποίησιν ἤτοι τὰ κάλλιστα ἐξευρόντα ποιέειν ἢ τὰ ἑωυτοῦ, πάτρια ἐόντα. ἤδη τοίνυν τὸ ἐνθένδε αὐτοὶ τῶν ἐπέων ἀκούοντες κρινεῖτε. ἱεροποιΐην γὰρ ἢ τὴν κρατίστην ἐξευρὼν ἐποίησεν ἢ τὴν ἑωυτοῦ πατρίδι προσήκουσαν. λέγει γὰρ ὧδε·

αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τʼ ἐξέταμον κατά τε κνίσσῃ ἐκάλυψαν, δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
ἐν τούτοις ὑπὲρ ὀσφύος οὐδὲν εἴρηται ᾗ ἐς τὰ ἱερὰ χρέονται· μονώτατον γὰρ τῶν Ἑλλήνων τὸ Αἰολικὸν ἔθνος οὐ καίει ὀσφύν. δηλοῖ δὲ καὶ ἐν τοῖσδε τοῖς ἔπεσιν ὅτι Αἰολεὺς ὢν δικαίως τοῖς νόμοις τοῖς τούτων ἐχρῆτο·
καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
Αἰολέες γὰρ μόνοι τὰ σπλάγχνα ἐπὶ πέντε ὀβελῶν ὀπτῶσιν, οἱ δὲ ἄλλοι Ἕλληνες ἐπὶ τριῶν. καὶ γὰρ ὀνομάζουσιν οἱ Αἰολεῖς τὰ πέντε πέμπε.