Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

λη'. Τὰ μὲν οὖν ὑπὲρ τῆς γενέσιος καὶ τελευτῆς καὶ βίου δεδήλωταί μοι. περὶ δὲ ἡλικίης τῆς Ὁμήρου ἐκ τῶνδʼ ἄν τις ἐπισκεπτόμενος ἀκριβῶς καὶ ὀρθῶς λογίζοιτο. ἀπὸ γὰρ τῆς εἰς Ἴλιον στρατίης, ἣν Ἀγαμέμνων καὶ Μενέλαος ἤγειραν, ἔτεσιν ὕστερον ἑκατὸν καὶ τριάκοντα Λέσβος ᾠκίσθη κατὰ πόλεις, πρότερον ἐοῦσα ἄπολις. μετὰ δὲ Λέσβον οἰκισθεῖσαν ἔτεσιν ὕστερον εἴκοσι Κύμη ἡ Αἰολιῶτις καὶ Φρικωνὶς καλεομένη ᾠκίσθη. μετὰ δὲ Κύμην ὀκτωκαίδεκα ἔτεσιν ὕστερον Σμύρνα ὑπὸ Κυμαίων κατῳκίσθη· καὶ ἐν τούτῳ γίνεται Ὅμηρος. ἀφʼ οὗ δʼ Ὅμηρος ἐγένετο ἔτεά ἐστιν ἑξακόσια εἰκοσιδύο μέχρι τῆς Ξέρξεω διαβάσεως, ἣν στρατευσάμενος ἐπὶ τοὺς Ἕλληνας καὶ ζεύξας τὸν Ἑλλήσποντον διέβη ἐκ τῆς Ἀσίας ἐς τὴν Εὐρώπην. ἀπὸ δὲ

τούτου ῥηϊδίως ἐστὶ ἀριθμῆσαι τὸν χρόνον τῷ ἐθέλοντι ζητεῖν ἐκ τῶν ἀρχόντων τῶν Ἀθήνησι. τῶν δὲ Τρωϊκῶν ὕστερον γέγονεν Ὅμηρος ἔτεσιν ἑκατὸν ἑξήκοντα ὀκτώ.