Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
λαʼ. Ἐπεὶ δὲ ἦλθεν εἰς τὴν φρήτρην καὶ τοῦ οἴκου ἔνθα δὴ ἐδαίνυντο ἐπὶ τὸν οὐδὸν ἔστη, οἱ μὲν λέγουσι καιομένου πυρὸς ἐν τῷ οἴκῳ, οἱ δέ φασι τότε ἐκκαῦσαι σφᾶς, ἐπειδὴ Ὅμηρος τὰ ἔπεα εἶπεν
ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος, ἵπποι δʼ ἐν πεδίῳ κόσμος, νῆες δὲ θαλάσσης, χρήματα δʼ αὔξει οἶκον· ἀτὰρ γεραροὶ βασιλῆες ἥμενοι εἰν ἀγορῇ κόσμος τʼ ἄλλοισιν ὁρᾶσθαι. αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι.εἰσελθὼν δὲ καὶ κατακλιθεὶς ἐδαίνυτο μετὰ τῶν φρατόρων· καὶ αὐτὸν ἐτίμων καὶ ἐν θωύματι εἶχον· καὶ τότε μὲν τὴν κοίτην αὐτοῦ ἐποιήσατο Ὅμηρος.
λβʼ. Τῇ δὲ εἰσαύριον ἀποπορευόμενον ἰδόντες κεραμέες τινες κάμινον ἐγκαίοντες κεράμου λεπτοῦ, προσεκαλέσαντο αὐτόν, πεπυσμένοι ὅτι σοφὸς εἴη· καὶ ἐκέλευόν σφιν ἀεῖσαι, φάμενοι δώσειν αὐτῷ τοῦ κεράμου καὶ ὅ τι ἂν ἄλλο ἔχωσιν. ὁ δὲ Ὅμηρος ἀείδει αὐτοῖς τὰ ἔπεα τάδε ἃ καλέεται Κάμινος·
εἰ μὲν δώσετε μισθὸν ἀείσω ὦ κεραμῆες· δεῦρʼ ἄγʼ Ἀθηναίη καὶ ὑπείρεχε χεῖρα καμίνου, εὖ δὲ μελανθεῖεν κότυλοι καὶ πάντα μάλευρα, φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι, πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δʼ ἀγυιαῖς, πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφι νοῆσαι. ἢν δʼ ἐπʼ ἀναιδείην τρεφθέντες ψεύδεʼ ἄρησθε συγκαλέω δʼ ἤπειτα καμίνῳ δηλητῆρας, Σύντρίβʼ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδέ γʼ Ἄβακτον, Ὠμόδαμόν θʼ ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι. πεῖθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων. ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος πάντʼ ἔντοσθʼ αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα. δεῦρο καὶ ἠελίου θύγατερ πολυφάρμακε Κίρκη· ἄγρια φάρμακα βάλλε, κάκου δʼ αὐτούς τε καὶ ἔργα. δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους, οἵ θʼ Ἡρακλείους χεῖρας φύγον, οἵ τʼ ἀπόλοντο· τύπτοιεν τάδε ἔργα κακῶς, τύπτοι δὲ κάμινον, αὐτοὶ δʼ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά. γηθήσω δʼ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην. ὃς δέ χʼ ὑπερκύψῃ, περὶ τούτου πᾶν τὸ πρόσωπον φλεχθείη, ὡς πάντες ἐπίσταιντʼ αἴσιμα ῥέζειν.
Παραχειμάζων δὲ ἐν τῇ Σάμῳ, ταῖς νουμηνίαις προσπορεύομενος πρὸς τὰς οἰκίας τὰς εὐδαιμονεστάτας, ἐλάμβανέ
τι ἀείδων τὰ ἔπεα τάδε ἃ καλεῖται Εἰρεσιώνη, ὡδήγουν δὲ αὐτὸν καὶ συμπαρῆσαν αἰεὶ τῶν παίδων τινες τῶν ἐγχωρίων·δῶμα προσετραπόμεσθʼ ἀνδρὸς μέγα δυναμένοιο, ὃς μέγα μὲν δύναται, μέγα δὲ βρέμει, ὄλβιος αἰεί. αὐταὶ ἀνακλίνεσθε θύραι· πλοῦτος γὰρ ἔσεισι πολλός, σὺν πλούτῳ δὲ καὶ εὐφροσύνη τεθαλυῖα, εἰρήνη τʼ ἀγαθή. ὅσα δʼ ἄγγεα, μεστὰ μὲν εἴη, κυρβαίη δʼ αἰεὶ κατὰ καρδόπου ἕρποι μάζα, τοῦ παιδὸς δὲ γυνὴ κατὰ διφράδα βήσεται ὕμμιν, ἡμίονοι δʼ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα, αὐτὴ δʼ ἱστὸν ὑφαίνοι ἐπʼ ἠλέκτρῳ βεβαυῖα. νεῦμαί τοι νεῦμαι ἐνιαύσιος ὥστε χελιδὼν ἕστηκʼ ἐν προθύροις·καὶ
εἰ μέν τι δώσεις εἰ δὲ μή, οὐχ ἑστήξομεν, οὐ γὰρ συνοικήσοντες ἐνθάδʼ ἤλθομεν.ᾔδετο δὲ τάδε τὰ ἔπεα ἐν τῇ Σάμῳ ἐπὶ πολὺν χρόνον ὑπὸ τῶν παίδων ὅτε ἀγείροιεν ἐν τῇ ἑορτῇ τοῦ Ἀπόλλωνος.
λδ'. Ἀρχομένου δὲ τοῦ ἔαρος ἐπεχείρησε πλεῖν Ὅμηρος εἰς τὰς Ἀθήνας ἐκ τῆς Σάμου. καὶ ἀναχθεὶς μετά τινων ἐγχωρίων ἀπηνέχθη εἰς τὴν Ἴον· καὶ ὡρμίσθησαν οὐ κατὰ πόλιν, ἀλλʼ ἐπʼ ἀκτῆς. συνέβη δὲ τῷ Ὁμήρῳ κατὰ πολύ τι ἄρξασθαι μαλακῶς ἔχειν· ἐκβὰς δὲ τοῦ πλοίου ἐκοιμᾶτο ἐπὶ τῆς κυματωγῆς ἀδυνάτως ἔχων. πλείους δὲ ἡμέρας ὁρμούντων αὐτῶν διʼ ἀπλοΐην, καταβαίνοντες αἰεί τινες τῶν ἐκ τῆς πόλιος ἀπεσχόλαζον παρὰ τῷ Ὁμήρῳ καὶ ἐν θωύματι εἶχον αὐτὸν ἀκούοντες αὐτοῦ.