Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

κβʼ. Τῶν δὲ κυνῶν μὴ ἐσθιόντων καὶ ὑλακτούντων δειπνοῦντας καθάπερ εἰώθεσαν λέγει πρὸς τὸν Γλαῦκον Ὅμηρος τὰ ἔπεα τάδε·

Γλαῦκε πέπων, ἐπιών τοι ἔπος τι ἐνὶ φρεσὶ θήσω· πρῶτον μὲν κυσὶ δεῖπνον ἐπʼ αὐλείῃσι θύρῃσι δοῦναι· ὣς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.
ταῦτα ἀκούσας ὁ Γλαῦκος ἥσθη τῇ παραινέσει, καὶ ἐν θωύματι εἶχεν αὐτόν, δειπνήσαντες δὲ διὰ λόγων εἱστιῶντο. ἀπηγεομένου δὲ Ὁμήρου τήν τε πλάνην τὴν ἑωυτοῦ καὶ τὰς πόλεις ἃς ἐσαπίκοιτο, ἔκπληκτος ἦν ὁ Γλαῦκος ἀκούων. καὶ τότε μὲν ἐπεὶ ὥρη κοίτου ἦν ἀνεπαύετο.

κγ'. Τῇ δʼ ὑστεραίῃ διενοήθη ὁ Γλαῦκος πρὸς τὸν δεσπότην πορευθῆναι, σημανέων τὰ περὶ Ὁμήρου. ἐπιτρέψας δὲ τῷ συνδούλῳ νέμειν τὰς αἶγας τὸν Ὅμηρον καταλείπει ἔνδον, εἰπὼν πρὸς αὐτὸν ὅτι διὰ ταχέων πορεύσομαι. καταβὰς δὲ ἐς Βολισσόν, ἔστι δὲ πλησίον τοῦ χωρίου τούτου, καὶ συγγενόμενος

τῷ δεσπότῃ, ἀπηγέετο ὑπὲρ Ὁμήρου πᾶσαν τὴν ἀλήθειαν, περί τε αὐτοῦ τῆς ἀφίξιος ἐν θωύματι ποιεύμενος· ἠρώτεέ τε ὅ τι χρὴ ποιέειν περὶ αὐτοῦ. ὁ δὲ ὀλίγα μὲν προσίετο τῶν λόγων, κατεγίνωσκε δὲ τοῦ Γλαύκου ὡς ἄφρονος ἐόντος καὶ τοὺς ἀναπήρους δεχομένου καὶ τρέφοντος. ἐκέλευσε δὲ ὅμως τὸν ξεῖνον ἄγειν πρὸς ἑαυτόν.

κδʼ. Ἐλθὼν δὲ πρὸς τὸν Ὅμηρον διηγήσατο ταῦτα ὁ Γλαῦκος καὶ ἐκέλευσε πορεύεσθαι τοῦτον· οὕτω γάρ εὖ πρήξειν· ὁ δὲ Ὅμηρος ἤθελε πορεύεσθαι. ἀναλαβὼν οὖν αὐτὸν ὁ Γλαῦκος ἤγαγε πρὸς τὸν δεσπότην. διὰ λόγων δὲ ἰὼν τῷ Ὁμήρῳ ὁ Χῖος, εὑρίσκει ἐόντα δεξιὸν καὶ πολλῶν ἔμπειρον. ἔπειθέ τε αὐτὸν μένειν καὶ τῶν παιδίων ἐπιμέλειαν ποιέεσθαι· ἦσαν γὰρ τῷ Χίῳ παῖδες ἐν ἡλικίῃ. τούτους οὖν αὐτῷ παρατίθησι παιδεύειν. ὁ δὲ ἔπρησσε ταῦτα· καὶ τοὺς Κέρκωπας καὶ Βατραχομυομαχίαν καὶ Ψαρομαχίην καὶ Ἑπταπακτικὴν καὶ Ἐπικιχλίδας καὶ τἄλλα πάντα ὅσα παίγνιά ἐστιν Ὁμήρου ἐνταῦθα ἐποίησε παρὰ τῷ Χίῳ ἐν Βολισσῷ, ὥστε καὶ ἐν τῇ πόλει περιβόητος ἤδη ἐγένετο ἐν τῇ ποιήσει. καὶ ὁ μὲν Θεστορίδης, ὡς τάχιστα ἐπύθετο αὐτὸν παρεόντα, ᾤχετο ἐκπλέων ἐκ τῆς Χίου.