Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
ιθ'. Ἐκ μὲν δὴ τοῦ λιμένος οὐδὲν ἦν ἀπόστολον, ἄγει δὲ αὐτὸν ἔνθα τῶν ἁλιέων τὰ πλοῖα ὁρμίζεται. καί πως ἐντυγχάνει μέλλουσί τισι διαπλεῖν ἐς τὴν Χίον, ὧν ἐδέετο προσελθὼν ὁ ἄγων αὐτὸν ἀναλαβεῖν τὸν Ὅμηρον. οἱ δὲ οὐδένα λόγον ποιησάμενοι ἀνήγοντο· ὁ δὲ Ὅμηρος φθέγγεται τάδε τὰ ἔπεα·
ναῦται ποντοπόροι στυγερῇ ἐναλίγκιοι ἄτῃ, πτωκάσιν αἰθυίῃσι βίον δύσζηλον ἔχοντες, αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος· δεινὴ γὰρ μέτʼ ὄπις ξενίου Διός, ὅς κʼ ἀλίτηται.ἀναχθεῖσι δὲ αὐτοῖς συνέβη ἐναντίου ἀνέμου γενομένου παλινδρομῆσαι καὶ ἐς τὸ χωρίον ἀναδραμεῖν ὅθεν ἀνηγάγοντο καὶ τὸν Ὅμηρον ἀναλαβεῖν καθήμενον ἐπὶ τῆς κυματωγῆς. μαθὼν δὲ αὐτοὺς πεπαλινδρομηκότας ἔλεξε τάδε· Ὑμᾶς, ὦ ξένοι, ἔλαβεν ὁ ἄνεμος ἀντίος γενόμενος· ἀλλʼ ἔτι καὶ νῦν με δέξασθε, καὶ ὁ πλοῦς ὑμῖν ἔσται. οἱ δʼ ἁλιεῖς ἐν μεταμελίῃ γενόμενοι ὅτι οὐ πρότερον ἐδέξαντο, εἰπόντες ὅτι οὐ καταλιμπάνουσιν ἢν ἐθέλοι συμπλεῖν ἐκέλευον ἐσβαίνειν· καὶ οὕτως ἀναλαβόντες αὐτὸν ἀνήχθησαν καὶ ἴσχουσιν ἐπʼ ἀκτῆς.
κʼ. Οἱ μὲν δὴ ἁλιεῖς πρὸς ἔργον ἐτράπησαν. ὁ δὲ Ὅμηρος τὴν μὲν νύκτα ἐπὶ τοῦ αἰγιαλοῦ κατέμεινε, τὴν δὲ ἡμέραν πορευόμενος καὶ πλανώμενος ἀπίκετο εἰς τὸ χωρίον τοῦτο ὃ Πίτυς καλέεται. κἀνταῦθα αὐτῷ ἀναπαυομένῳ τὴν νύκτα ἐπιπίπτει καρπὸς τῆς πίτυος, ὃν δὴ μετεξέτεροι στρόβιλον, οἱ δὲ κῶνον καλέουσιν. ὁ δὲ Ὅμηρος φθέγγεται τὰ ἔπεα τάδε·
ἄλλη τίς σου πεύκη ἀμείνονα καρπὸν ἵησιν Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης, ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν ἔσσεται εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι.τὰ δὲ Κεβρήνια τοῦτον χρόνον κτίζειν οἱ Κυμαῖοι παρεσκευάζοντο πρὸς τῇ Ἴδῃ, καὶ γίνεται αὐτόθι σίδηρος.
κα'. Ἐντεῦθεν δʼ ἀναστὰς Ὅμηρος ἐπορεύετο κατὰ φωνήν τινα αἰγῶν νεμομένων. ὡς δὲ ὑλάκτεον αὐτὸν οἱ κύνες ἀνέκραγεν. ὁ δὲ Γλαῦκος ὡς ἤκουσε τῆς φωνῆς, ἦν γὰρ τοῦτο ὄνομα τῷ νέμοντι τὰς αἶγας, ἐπέδραμεν ὀτραλέως, τάς τε κύνας ἀνεκαλεῖτο καὶ ἀπεσόβησεν ἀπὸ τοῦ Ὁμήρου. ἐπὶ πολὺν δὲ χρόνον ἐν θωύματι ἦν ὅκως τυφλὸς ἐὼν μόνος ἀπίκοιτο ἐς τοιούτους χώρους, καὶ ὅτι θέλων. προσελθών
τέ μιν ἱστορέειν ὅστις τε ἦν καὶ τίνι τρόπῳ ἀπίκοιτο ἐς τόπους ἀοικήτους καὶ ἀστιβέα χωρία, καὶ τίνος κεχρημένος εἴη. ὁ δὲ Ὅμηρος αὐτῷ πᾶσαν τὴν ἑωυτοῦ πάθην καταλεγόμενος εἰς οἶκτον προηγάγετο. ἦν γάρ, ὡς ἔοικεν, οὐδʼ ἀγνώμων ὁ Γλαῦκος. ἀναλαβὼν δʼ αὐτὸν ἀνήγαγεν ἐπὶ τὸν σταθμόν, πῦρ τʼ ἀνακαύσας δεῖπνον παρασκευάζει, καὶ παραθεὶς δειπνεῖν ἐκέλευεν ὁ Γλαῦκος.