Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

κεʼ. Χρόνου δὲ προιόντος δεηθεὶς τοῦ Χίου πορεῦσαι αὐτὸν εἰς τὴν Χίον ἀπίκετο εἰς τὴν πόλιν· καὶ διδασκαλεῖον κατασκευασάμενος ἐδίδασκε παῖδας τὰ ἔπεα. καὶ κάρτα δεξιὸς

ἐδόκεεν εἶναι τοῖς Χίοις, καὶ πολλοὶ θωυμασταὶ αὐτοῦ καθειστήκεσαν. συλλεξάμενος δὲ βίον ἱκανὸν γυναῖκα ἔγημεν ἐξ ἧς αὐτῷ θυγατέρες δύο ἐγένοντο· καὶ ἡ μὲν αὐτῶν ἄγαμος ἐτελεύτησε, τὴν δὲ συνῴκισεν ἀνδρὶ Χίῳ.

κϛ'. Ἐπιχειρήσας δὲ τῇ ποιήσει ἀπέδωκε χάριν ἣν εἶχε, πρῶτον μὲν Μέντορι τῷ Ἰθακησίῳ ἐν τῇ Ὀδυσσείᾳ, ὅτι μιν κάμνοντα τοὺς ὀφθαλμοὺς ἐν Ἰθάκῃ ἐνοσήλευεν ἐκτενέως, τοὔνομα αὐτοῦ ἐναρμόσας ἐς τὴν ποίησιν Ὀδυσσέως τε ἑταῖρον φὰς εἶναι, ποιήσας Ὀδυσσέα ὡς ἐς Τροίην ἔπλεε Μέντορι ἐπιτρέψαι τὸν οἶκον ὡς ἐόντι Ἰθακησίων ἀρίστῳ καὶ δικαιοτάτῳ. πολλαχῇ δὲ καὶ ἄλλῆ τῆς ποιήσεως τιμῶν αὐτόν, τὴν Ἀθηνᾶν ὁπότε ἐς λόγον τινι καθίσταιτο τῷ Μέντορι οἰκυίην ποιεῖ. ἀπέδωκε δὲ καὶ Φημίῳ τῷ ἑαυτοῦ διαδασκάλῳ τροφεῖα καὶ διδασκαλεῖα ἐν τῇ Ὀδυσσείῃ, μάλιστα ἐν τοῖσδε τοῖς ἔπεσι

κήρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέʼ ἔθηκε Φημίῳ, ὃς δὴ πολλὸν ἐκαίνυτο πάντας ἀείδων.
καὶ πάλιν
αὐτὰρ ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
μέμνηται δὲ καὶ τοῦ ναυκλήρου μεθʼ οὖ ἐκπεριέπλευσε καὶ εἶδε πόλιάς τε πολλὰς καὶ χώρας, ᾧ ὄνομα ἦν Μέντης, ἐν τοῖς ἔπεσι τοῖσδε
Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
ἀπέδωκε δὲ χάριν καὶ Τυχίῳ τῷ σκυτεῖ, ὃς ἐδέξατο αὐτὸν ἐν τῷ Νέῳ τείχει προσελθόντα πρὸς τὸ σκυτεῖον, ἐν τοῖς ἔπεσι καταζεύξας ἐν τῇ Ἰλιάδι τοῖσδε
Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων, σκυτοτόμων ὅχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων.

κζʼ. Ἀπὸ δὲ τῆς ποιήσεως ταύτης εὐδοκιμεῖ Ὅμηρος περί τε τὴν Ἰωνίην καὶ ἐς τὴν Ἑλλάδα ἤδη περὶ αὐτοῦ λόγος ἀναφέρετο· κατοικέων δὲ ἐν τῇ Χίῳ καὶ εὐδοκιμέων περὶ τὴν ποίησιν, ἀπικνεομένων πολλῶν πρὸς αὐτόν, συνεβούλευον οἱ ἐντυγχάνοντες αὐτῷ ἐς τὴν Ἑλλάδα ἀπικέσθαι· ὁ δὲ προσεδέξατο τὸν λόγον καὶ κάρτα ἐπεθύμει ἀποδημῆσαι.