Vitae Herodotea

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

ιηʼ. Ἐπεὶ δὲ ἀπίκοντο εὐπλοήσαντες ἐς τὴν Ἐρυθραίην, τότε μὲν Ὅμηρος τὴν αὖλιν ἐπὶ τῷ πλοίῳ ἐποιήσατο· τῇ δὲ ὑστεραίῃ ἐχρήϊζε τῶν ναυτέων τινα ἡγήσασθαι αὐτῷ ἐς τὴν πόλιν· οἱ δὲ συνέπεμψαν ἕνα αὐτῶν. πορευόμενος δὲ

Ὅμηρος ἐπεὶ ἔτυχε τῆς Ἐρυθραίης τραχείης καὶ ὀρεινῆς ἐούσης, φθέγγεται τάδε τὰ ἔπεα·
πότνια γῆ, πάνδωρε δότειρα μελίφρονος ὄλβου, ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης, τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ' οἷς ἐχολώθης.
ἀπικόμενος δὲ ἐς τὴν πόλιν τῶν Ἐρυθραίων ἐπηρώτησε περὶ τοῦ ἐς τὴν Χίον πλοῦ· καί τινος προσελθόντος αὐτῷ τῶν ἑωρακότων ἐν τῇ Φωκαίῃ καὶ ἀσπασαμένου, ἔχρήϊζεν αὐτοῦ συνεξευρεῖν αὐτῷ πλοῖον ὅπως ἂν εἰς τὴν Χίον διαβαίη.