Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
ιθ'. Ἐκ μὲν δὴ τοῦ λιμένος οὐδὲν ἦν ἀπόστολον, ἄγει δὲ αὐτὸν ἔνθα τῶν ἁλιέων τὰ πλοῖα ὁρμίζεται. καί πως ἐντυγχάνει μέλλουσί τισι διαπλεῖν ἐς τὴν Χίον, ὧν ἐδέετο προσελθὼν ὁ ἄγων αὐτὸν ἀναλαβεῖν τὸν Ὅμηρον. οἱ δὲ οὐδένα λόγον ποιησάμενοι ἀνήγοντο· ὁ δὲ Ὅμηρος φθέγγεται τάδε τὰ ἔπεα·
ναῦται ποντοπόροι στυγερῇ ἐναλίγκιοι ἄτῃ, πτωκάσιν αἰθυίῃσι βίον δύσζηλον ἔχοντες, αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος· δεινὴ γὰρ μέτʼ ὄπις ξενίου Διός, ὅς κʼ ἀλίτηται.ἀναχθεῖσι δὲ αὐτοῖς συνέβη ἐναντίου ἀνέμου γενομένου παλινδρομῆσαι καὶ ἐς τὸ χωρίον ἀναδραμεῖν ὅθεν ἀνηγάγοντο καὶ τὸν Ὅμηρον ἀναλαβεῖν καθήμενον ἐπὶ τῆς κυματωγῆς. μαθὼν δὲ αὐτοὺς πεπαλινδρομηκότας ἔλεξε τάδε· Ὑμᾶς, ὦ ξένοι, ἔλαβεν ὁ ἄνεμος ἀντίος γενόμενος· ἀλλʼ ἔτι καὶ νῦν με δέξασθε, καὶ ὁ πλοῦς ὑμῖν ἔσται. οἱ δʼ ἁλιεῖς ἐν μεταμελίῃ γενόμενοι ὅτι οὐ πρότερον ἐδέξαντο, εἰπόντες ὅτι οὐ καταλιμπάνουσιν ἢν ἐθέλοι συμπλεῖν ἐκέλευον ἐσβαίνειν· καὶ οὕτως ἀναλαβόντες αὐτὸν ἀνήχθησαν καὶ ἴσχουσιν ἐπʼ ἀκτῆς.