Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
ιζ'. Χρόνῳ δὲ οὐ πολλῷ μετέπειτα ἄνδρες Χῖοι ἔμποροι ἀπίκοντο ἐς τὴν Φωκαίην· ἀκούσαντες δὲ τῶν ἐπέων τοῦ Ὁμήρου ἃ πρότερον ἀκηκόεσαν πολλάκις ἐν τῇ Χίῳ τοῦ Θεστορίδεω, ἐξήγγελλον Ὁμήρῳ ὅτι ἐν τῇ Χίῳ τις ἐπιδεικνύμενος τὰ ἔπεα ταῦτα γραμμάτων διδάσκαλος κάρτα πολλὸν ἔπαινον
ἔχει. ὁ δὲ Ὅμηρος κατενόησεν ὅτι Θεστορίδης ἂν εἴη, καὶ παντὶ θυμῷ ἐσπούδαζεν εἰς τὴν Χίον ἀπικέσθαι. καταβὰς δὲ ἐπὶ τὸν λιμένα, ἐς μὲν τὴν Χίον οὐ καταλαμβάνει οὐδὲν πλοῖον πλέον, ἐς δὲ τὴν Ἐρυθραίην τινες ἐπὶ ξύλου παρεσκευάζοντο πλεῖν. καλῶς δὲ εἶχε τῷ Ὁμήρῳ διʼ Ἐρυθραίης τὸν πλοῦν ποιήσασθαι. καὶ προσελθὼν ἐχρήϊζε παρὰ τῶν ναυτέων δέξασθαι αὐτὸν σύμπλουν, πολλά τε καὶ προσαγωγὰ λέγων οἷς σφέας ἔμελλε πείσειν. τοῖς δὲ ἔδοξε δέξασθαι αὐτόν, καὶ ἐκέλευον ἐσβαίνειν εἰς τὸ πλοῖον. ὁ δὲ Ὅμηρος πολλὰ ἐπαινέσας αὐτοὺς ἐσέβη· καὶ ἐπεὶ ἕζετο λέγει τὰ ἔπεα τάδε·κλῦθι Ποσειδάων μεγαλοσθενὲς ἐννοσίγαιε, εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος, δὸς δʼ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι ναύταις, οἳ νηὸς πομποὶ ἠδʼ ἀρχοὶ ἔασι. δὸς δʼ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος αἰδοίων μʼ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι, φῶτά τε τισαίμην ὃς ἐμὸν νόον ἠπεροπεύσας ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τραπέζην.