Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
ιϛʼ. Τῷ δὲ Ὁμήρῳ ἀκούσαντι ἔδοξε ποιητέα εἶναι ταῦτα· ἐνδεὴς γὰρ ἦν τῶν ἀναγκαίων καὶ θεραπείης. διατρίβων δὲ παρὰ τῷ Θεστορίδῃ ποιεῖ Ἰλιάδα τὴν ἐλάσσω, ἧς ἡ ἀρχή
Ἴλιον ἀείδω καὶ Δαρδανίην ἐΰπωλον, ἧς πέρι πολλὰ πάθον Δαναοί, θεράποντες Ἄρηος·καὶ τὴν καλουμένην Φωκαΐδα, ἥν φασιν οἱ Φωκαεῖς Ὅμηρον παρʼ αὐτοῖσι ποιῆσαι. ἐπεὶ δὲ τήν τε Φωκαΐδα καὶ τἄλλα πάντα παρὰ τοῦ Ὁμήρου ὁ Θεστορίδης ἐγράψατο, διενοήθη ἐκ τῆς Φωκαίης ἀπαλλάσσεσθαι, τὴν ποίησιν θέλων τοῦ Ὁμήρου ἐξιδιώσασθαι, καὶ οὐκ ἔτι ὁμοίως ἐν ἐπιμελείᾳ εἶχε τὸν Ὅμηρον. ὁ δὲ λέγει αὐτῷ τὰ ἔπεα τάδε·
Θεστορίδης θνητοῖσιν ἀνωΐστων πολέων περ, οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν.ὁ μὲν δὴ Θεστορίδης ἐκ τῆς Φωκαίης ἀπηλλάγη ἐς τὴν Χίον καὶ διδασκαλίην κατεσκευάσατο· καὶ τὰ ἔπεα ἐπιδεικνύμενος ὡς ἑωυτοῦ ἐόντα ἔπαινόν τε πολλὸν εἶχε καὶ ὠφελεῖτο· ὁ δὲ Ὅμηρος πάλιν τὸν αὐτὸν τρόπον διῃτᾶτο ἐν τῇ Φωκαίῃ, ἀπὸ τῆς ποιήσιος τὴν βιοτὴν ἔχων.