Epistulae

Bruti Epistulae

Bruti Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τὸ πρόθυμον τῶν ὑπηκόων διηνεκὲς μὲν ὂν βεβαιότητα δηλοῖ πρὸς τοὺς ἡγεμόνας, ἐλλεῖπον δὲ καὶ τὸν ὅτε ἑτοίμως ὑπούργει χρόνον δι’ ἀσθένειαν ἐλέγχεται τὴν ἑαυτοῦ μᾶλλον ἢ γνώμην ὑπουργοῦν. σπουδάσατε οὖν ἐκπληρῶσαι ὅσα ὑμῖν ἐπέστειλα πρὸς τὸν πόλεμον, ὡς εἰ νῦν κακοὶ φανεῖσθε, μηδ’ ἣν πρόσθεν ἐπορίσασθε μαρτυρίαν ἔτι οἰσόμενοι· οὐ γὰρ χρὴ δοκεῖν ἕξειν τὰ ἴσα μὴ ὁμοίους ἀεὶ φανέντας.

Εὐχῆς ἔργον τὸ διηνεκῶς δύνασθαι, καιροῦ δὲ τὸ ἐνίοτε μὴ ἀρκεῖν, τάς τ’ ὑπουργίας οὐ μόνον αἱ ἀσθένειαι τῶν κελευσθέντων, ἀλλὰ καὶ ἡ συνέχεια τῶν ἐπιταγῶν ἐλλιπεῖς ποιεῖ. ἡμεῖς δὲ εἰ καὶ πάλαι διὰ φόβον ἐλειτουργοῦμεν, οὐδ’ ἂν νῦν ἐτολμῶμεν ἀρνεῖσθαι. ἀλλὰ πᾶν τοὐναντίον ἢ δοκεῖ συμβέβηκεν · ἐσπούδασε μὲν γὰρ ἡ γνώμη τότε, ὑποτιμᾶται δὲ νῦν ἡ ἀσθένεια. ὥστε ἄτοπον εἰ τοῖς ἐλλείμμασιν αἱ ὑπουργίαι διαβληθήσονται μᾶλλον ἢ ταῖς ὑπουργίαις παρηγορηθήσεται τὸ ἐλλεῖπον.

Ξάνθιοι ἁλόντες ἑλεεῖσθαι ὑφ’ ἡμῶν ἱκέτευον, ἦν δὲ οἶμαι χαλεπὸν τοὺς τῆς ἐλπίδος τοῦ πολέμου κοινωνοῦντας φεύγειν τὰ πάθη καὶ τὴν ἐκ τῆς νίκης ἡδονὴν θηρωμένους ἴσῃ χρῆσθαι τῇ διαμαρτίᾳ πρὸς τὸ ἄλυπον. καὶ τούτους οὖν ἐπιτηδείους παντελοῦς ἀπωλείας ἐθέμεθα, καὶ τοῖς ἄλλοις ἀποκηρύττομεν, εἰ μὴ εὐθέως ἡμᾶς δέχοιντο, μηδενὶ τὴν ἡμετέραν γνώμην ἐπιεικεστέραν τῆς ἐκείνων τύχης ἔσεσθαι.

Οὐδὲ Ξανθίους ἔδει σωτηρίας ἀποτυχεῖν, ἧς τάχα ἂν καὶ αὐτοὶ μετέδωκαν τοῖς ἐναντίοις, εἰ ἐκράτησαν· ὡς γὰρ ἡ τοῦ νικᾶν ἴση τοὺς πολεμοῦντας ἐλπὶς ἐξαίρει, οὕτω καὶ τὸ τῆς ἥττης πάθος εἰς κοινὸν ἔλεον ἔρχεται διὰ τὸ ἀνθρώπινον· καὶ πρὸς τοὺς λοιποὺς δὲ παρασκευαστικὴν εὐνοίας ἴσθι τὴν χρηστότητα· ἀπειλὴ μὲν γὰρ ἔχθραν ποιεῖ καὶ πρὸς τὰ οἰκεῖα διὰ τὴν ἐκ τῶν φόβων ἀπόγνωσιν, ἐλπὶς δὲ καὶ τοὺς διαφόρους εἰς εὔνοιαν πεπιστευμένην ἤθει προσάγεται.

Ἡ συμμαχία ὑμῶν ἧκεν ἤδη νενικηκόσιν ἡμῖν. τοῦ μὲν οὖν μηδ’ ὅλως τὸ βράδιον ἀφικέσθαι ἄμεινον, πρὸς μέντοι τὴν τοῦ πολέμου ὑπουργίαν ὁμοίως ἦτε ἄχρηστοι· ἡ γὰρ ἐν πολέμῳ βραδυτὴς ἴσον ἔχει τῷ μηδ’ ὅλως γινομένῳ τὸ ἄπρακτον.

Συνήσθημέν σοι νικήσαντι τὸν πόλεμον θᾶττον ἢ τὴν παρ’ ἡμῶν συμμαχίαν καίπερ μετὰ σπουδῆς ἐκπεμφθεῖσαν παραγενέσθαι, πρὸς μέντοι τὴν εὔνοιαν οὐδὲ ἡμεῖς ἄπρακτοι ἤλθομεν· οὐδὲ γὰρ ἴσον τῷ μηδ’ ὅλως κινηθέντι τὸ κἂν ἑνὸς ὑστερήσῃ πρὸς τὰ λοιπὰ ἕτοιμον.

Οὐδὲ χρημάτων πένεσθαι πόλει συγγνωστόν· ἐκ πολλοῦ γὰρ ὀφείλει φυλάττεσθαι τὸ ἄπορον · τὸ δὲ ἐν τοσούτῳ πλήθει μηδ’ ἄνδρας ὑμᾶς ἔχειν γενναίως ἀγωνιουμένους παντελῶς ἴστε οὐ τύχης ἐνδεεῖς ἀλλὰ τῆς σωτηρίου γνώμης ἐλεγχόμενοι. εἰ δὲ μήτε ὅσα εἰς ἀρετὴν ἀσκεῖτε μήτε ὅσα πρὸς ἰσχὺν παρασκευάζεσθε, ἀδίκως ἴστε πόλις λεγόμενοι.

Καὶ χρημάτων καὶ στρατιωτῶν ἐνδεῖν αἰσχρὸν οὐ τοῖς μὴ ἐν ἰδίᾳ καθεστῶσι χρεία, πολὺ δὲ μᾶλλον τοῖς εἰ καὶ οἴκοθεν εὐποροῖεν, διὰ γοῦν τὸ μὴ ἐπαρκεῖν ἄλλων προσδεομένοις. ἡμεῖς δὲ καὶ γνώμης ἕνεκα καὶ τῆς εἰς τὸ δεῦρο τύχης δοκοῦμεν πόλις εἶναι μέχρι τοῦ εἰ καὶ μὴ ἑτέροις ἐπαρκεῖν, ἀλλ’ οὖν μηδὲ τῶν πέλας χρῄζειν.

Εἰ μὲν ἔστιν ὑμῖν ὅπλα ἐν κοινῷ, μὴ χρώμενοι τούτοις ἁμαρτάνετε, μία γὰρ ἰσχὺς ὅπλων τὸ χρῆσθαι· εἰ δὲ καὶ τῆς κατασκευῆς αὐτῶν ἀμελεῖτε, μεμφθέντες ἂν εἰ καὶ ἔχοντες μὴ ἐχρῆσθε, πόσῳ μεμπτότεροι μηδὲ ἔχοντες;

Οὐ τὰ ὅπλα ἰσχὺς ἀνδρῶν, ἀλλὰ τῶν ὅπλων οἱ ἄνδρες· ἐκεῖνα μὲν γὰρ δίχα τῶνδε ἄπρακτα, οἳ δὲ καὶ πορίσαι αὐτὰ καὶ χρήσασθαι αὐτοῖς δύνανται. οὔτε οὖν εἰ ἄπεστιν ὅπλα ἐνδεῖ τοῖς πορίσαι αὐτὰ δυναμένοις, οὔτε χρήσιμα τυγχάνει τοῖς κἂν ἔχωσι χρήσασθαι μὴ δυναμένοις.