Epistulae

Bruti Epistulae

Bruti Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Αἱ μὲν κατ’ ὄψιν ὑπουργίαι τῶν ὑπηκόων κολακείας καὶ φόβου τὸ πλέον μεμοίρανται, τὸ δὲ προθύμως εἰς ὃ ἂν ἐπιστέλλωμεν ὑπακούειν πολλὴν ἐνδείκνυται βεβαιότητα. καὶ ὑμεῖς οὖν ὑπὲρ ὧν ἐγράψαμεν διασκέψασθε, πότερον ὑμῶν καὶ τὰς ἄλλας ὑπουργίας δι’ ἀνάγκην ἁπάσας ἢ δι’ εὔνοιαν χρὴ δέχεσθαι. πίστις γὰρ αὐτάρκης βεβαιότητος φανεῖται τὸ διηνεκῶς ὑμῶν εἰς τὰς χρείας ἕτοιμον.

Πίστις εὐνοίας οὐ τὸ συνεχῶς ὑπουργεῖν, τοῦτο γὰρ μόνης ἰσχύος ἔργον, ἀλλὰ τὸ μὴ ὀκνεῖν ἐν οἷς ἄν τις δυνατὸς ᾖ καιροῖς. ἡμεῖς δ’ εἰ μέλλοιμεν ἐκ τῶν ἐλλειμμάτων τὴν παλαιὰν σπουδὴν ἀπιστεῖσθαι, μάτην ἂν ἡγησαίμεθα καὶ τὰ πρότερα μεμοχθηκέναι· οὐδὲ γὰρ εἰκὸς τότε ἡμᾶς πεπλάσθαι τὴν πρὸς σὲ φιλίαν, ἣν φόβος μὲν καὶ ἀποῦσαν πάντως ἂν ἐκολάκευσε, κολακεία δὲ καὶ παροῦσαν ἂν διεψεύσατο.

Ὅπλων καὶ χρημάτων χρεία. ἢ πέμπε ἢ ἀποφαίνου.

Εὐπορούντων ἔργον τὸ πέμψαι, πενομένων δὲ τὸ ἀποφαίνεσθαι.

Τὰ ἀπὸ Βιθυνίας ὅπλα παραπέμψατε μέχρι Ἑλλησπόντου ἢ κατὰ γῆν ἐπιθέμενοι ἢ κατὰ θάλατταν, αἴσθοισθε δ’ ἂν αὐτοὶ τῆς ῥᾴονος αὐτῶν κομιδῆς. εἰ μέντοι βραδύτερον ἢ δεῖ ἡμῖν ἔλθοι, ἢ καὶ ὑπὸ τοῖς πολεμίοις γένοιτο, ὑφ’ ὑμῶν ἠδικῆσθαι δόξομεν.

Παραπέμψαι τὰ ὅπλα καὶ κατὰ γῆν διὰ τοὺς πολεμίους καὶ κατὰ θάλατταν διὰ τοὺς χειμῶνας χαλεπόν, μάλιστα σοῦ τὰ ἐναντιώτατα συνάψαντος, τάχος καὶ ἀσφάλειαν. ὅμως δὲ σπουδῆς οὐδεμιᾶς λελειψόμεθα,

ἐὰν τὰ ἐκ τῆς τύχης συμβησόμενα μὴ τοῖς ἀόκνως ὑπουργήσασι προσθῇς.

Ἐκομίσθη τὰ ὅπλα καὶ εἰς ὅν ἐβουλόμεθα καιρόν. τῆς οὖν λειτουργίας ταύτης ἐν δέοντι γενομένης ἀντιδίδομεν ὑμῖν τὴν Προκόννησον σὺν ταῖς ἐν αὐτῇ θουργίαις.

Οὔτε κέρδους ἐλπίδι ἐσπουδάσαμεν ἂ ἐπέστειλας, οὔτε εἰς τὰ λοιπὰ ὀκνηρῶς ἐμέλλομεν ἕξειν, ἐπαινεθέντες ἀμισθί. ὅμως ἀξιούμενοι δωρεᾶς ἡδόμεθα τῇ σῇ μαρτυρίᾳ πλέον ἢ ταῖς Προκοννησίων λατομίαις.

Οἱ πρέσβεις ὑμῶν συνέτυχόν μοι ἀπιόντι ἐπὶ τὸν πόλεμον καὶ παρεῖσθαι τῆς συμμαχίας ἱκέτευον ἀσθένειαν αἰτιώμενοι καὶ τὸ ἀπορεῖν τὰ κοινά. δίκαιον μὲν οὖν ἦν, πλησίον ἤδη τῆς χρείας κατεπειγούσης, καὶ εἰ πρότερον οὐκ ἔδοτε, κἂν νῦν ἐπιπέμψαι. πλέον γὰρ ἂν ἐτίμα τὴν λειτουργίαν ὑμῶν ὁ καιρός. ἐπεὶ δὲ ἐοίκατε τὰ κακίω τοῦ πολέμου προλαβεῖν ἐλπίδι, τῇ μὲν ἀσθενείᾳ ὑμῶν ἣν αἰτιᾶσθε ἥδομαι (τοὐναντίον γὰρ ἂν ἠχθέσθην ἀκούων ἰσχύειν ὑμᾶς κακοὺς ὄντας), τοὺς δὲ ἄνδρας ὑμῶν συμμάχους μὲν οὐκέτι, ὑπουργοὺς δὲ καὶ ἄκοντας ἕξω. λέληθε δὲ ὑμᾶς οὐδαμῶς ὡς δεινὸν τῆς ἐκ τοῦ πολέμου μετασχεῖν νίκης, εἰ γένοιτο, τοὺς τό γ’ ἐφ’ ἑαυτοῖς εἰς πᾶσαν ἡμᾶς ἀσθένειαν προδόντας.

Τὸ σπουδαῖον ἡμῶν οὐκ ἐξ ὧν πολλάκις ὑπουργήσαμεν μόνον, ἀλλὰ καὶ ταῖς παρὰ σοῦ δωρεαῖς μαρτυρηθὲν ἐδόκει πεπιστεῦσθαι. ἐπεὶ δὲ τοῖς κατὰ προαίρεσιν οὐχ ἅπαντες ὁμονοοῦσιν οἱ καιροί, τί δεῖ μέρος ἔχθρας ἀριθμῆσαι τήν ποτε ἀσθένειαν; πᾶν γὰρ τοὐναντίον μιᾶς ὑποληπτέον μεγαλοψυχίας τὸ πολυωρεῖν τοὺς ὀρθῶς διακονήσαντας καὶ συγγνώμην ὑποτιμήσει χαρίζεσθαι. σὺ δὲ καὶ πρὸς ἐφήδεσθαι τῇ ἀδυναμίᾳ ἔφης ἡμῶν, ὥσπερ οὐχὶ σοὶ ἐλλείπειν μέλλοντος ὅσον ἂν ἡμῖν ἐνδέῃ. τοὺς μὲν οὖν ἄνδρας, εἴτε συμμάχους εἴτε ὑπουργοὺς ἐθέλεις (οὐ διοισόμεθα γὰρ περὶ ὀνομάτων), ἄπαγε, ἡμεῖς δὲ εἰ ἀπεγνώκειμέν σου τὰς εἰς τὸν πόλεμον ἐλπίδας, οὐκ ἂν ἐθεραπεύομεν αὐτὰς πρεσβευόμενοι. νῦν δὲ τὰ βέλτιστα εὐχόμενοι περὶ σοῦ καὶ νὴ Δία προσδοκῶντες, εἰ καὶ τῶν ἐπινικίων ἀπελαθησόμεθα ὡς ἐχθροί, τῆς γοῦν χαρᾶς μεθέξομεν ὡς φίλοι.