Epistulae
Bruti Epistulae
Bruti Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Εἰ μὲν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύειν Δολοβέλλαν ἀνεχόμενοι οἴεσθε μηδὲν ἀδικεῖν με, οὐκ ὀρθῶς φρονεῖτε· εἰ δὲ νομίζετε, ὧν ἂν τοὺς ἑαυτῶν πολεμίους ἀφελώμεθα, τούτων ὑμῖν ὡς ὄντων οἰκείων παραχωρήσειν, αὐτίκα πλανᾶσθαί μοι δοκεῖτε. ἢ εἴργετε οὖν αὐτὸν τῆς σφετέρας, ἢ ὅλως μηδ’ ὑφ’ ἡμῶν ἀδικεῖσθαι φάσκετε ὧν ἂν ἔχειν αὐτοὶ Δολοβέλλαν ἀφελόμενοι, ἀλλὰ μὴ ὑμῖν παραχωρεῖν ἀξιῶμεν.
Καὶ Δολοβέλλας ἐν τῇ ἡμετέρᾳ στρατοπεδεύει, καὶ πᾶς ὁ μετ’ ἐκεῖνον βιαζόμενος ἴστω μὴ ἕξων αὐτὴν δορίκτητον· οὐ γὰρ εἰ στρατηγὸν Ῥωμαίων σύμμαχοι ὄντες μὴ ἐξείργομεν τῆς ἑαυτῶν, ἤδη καὶ τοῖς πρὸς ἐκεῖνον διαφερομένοις ἆθλον αὐτὴν πολέμου κατηγγέλκαμεν, ἀλλ’ ὃς ἂν ἀκόντων ἡμῶν εἰσβιάζηται, δείξομεν ἔργῳ καὶ Δολοϐέλλαν μὴ ἂν ἄλλως εἰ μὴ ἑκόντων στρατοπεδεύειν.
Καὶ πρόσθεν ὑμῖν ἐπέστειλα, ὅτι ἁμαρτάνετε Δολοϐέλλαν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύοντα περιορῶντες, καὶ τὸ παρὸν ἴστε, εἰ μὲν ὡς οἰκείας αὐτῷ παραχωρεῖτε, οὐδ’ ἂν εἰ πρὸς ἡμῶν ἀφαιρεθείητε ὧν ἐκείνῳ ὡς ἀλλοτρίων ἐξέστητε, ἡμῖν ὡς ἰδίων ἀντιποιησάμενοι εἰ δὲ ὡς φίλῳ ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύειν δίδοτε, κοινωνεῖν αὐτῷ τῆς ἐπὶ τῷ πολέμῳ τύχης ἀρξάμενοι μενοι οὐδὲ ἡμῖν ἀκούσιοι πολέμιοι φανεῖσθε.
Ἐδηλώσαμέν σοι καὶ πρότερον περὶ Δολοϐέλλα, καὶ νῦν ἴσθι, ὅτι οὔτε ἐν ἰδίᾳ στρατοπεδεύει γῇ, ἔστι γὰρ ἡμετέρα, οὔτε εἴ τις αὐτὴν ἀφέλοιτο ἄλλος, χωρήσομεν ἀκόντων ἔχειν, ὅτι τὰ παρ’ ἡμῶν ἐπιτραπέντα βιάσαιτο. εἰ δὲ δοκοῦμεν τῆς ἐπὶ τῷ πολέμῳ τύχης αὐτῷ κοινωνεῖν, αἱρετώτερον τοῖς ἄρχουσι χειρῶν ἀντιπρᾶξαι ἢ σύμμαχον ἄνδρα ἐξείργοντας ἀκουσίους Ῥωμαίοις ἐχθροὺς φανῆναι.
Ἠγγέλθη μοι Μηνόδωρον ὑμέτερον πολίτην, ξένον καὶ φίλον Δολοϐέλλᾳ τῷ ἡμετέρῳ πολεμίῳ, καὶ πρότερον ὑμᾶς μὴ εἴργειν αὐτὸν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύοντα πεῖσαι, καὶ νῦν ὅπως καὶ αὐτὸν καὶ τὴν στρατιὰν αὐτοῦ τῇ πόλει δέξησθε συμβουλεύειν. ἐγὼ δὲ ὡς μὲν οὐδὲν ὀνήσει Δολοβέλλαν, εἰ καὶ ταῦτα καὶ ἔτι πλείω τούτων ποιῆσαι προσαχθείητε ὑπὸ Μηνοδώρου ἢ καὶ εἴ τις ἄλλος πείσειεν, οὐκ ἀγνοῶ, οὐδὲ μὴν οὔτε Μηνόδωρον ἡ Δολοβέλλα φιλία καὶ ξενία, οὐ μὴν ἀλλ’ οὐχ ὅπως κολάσαιμί τινας σκοπῶν ἐφεδρεύειν οἶμαι τοῖς ἑνὸς ἑκάστου ἁμαρτήμασιν. ἵνα μέντοι μηδὲν δὲν ἄξιον ἁμαρτεῖν ἀναγκασθῆτε, κελεύω ὑμᾶς Μηνόδωρον φυγαδεῦσαι τῆς πατρίδος τοῦ ἰδίου λυσιτελοῦς ἕνεκα, εἴ γέ τι λυσιτελεῖν ἔμελλεν αὐτῷ τὴν πατρίδα πωλοῦντι, Δολοβέλλαν δὲ μήτε τῇ πόλει δέχεσθαι, τῆς τε γῆς ἐξελάσαι, βιαζόμενον δὲ ὅπλοις ἀμύνασθαι, ἢ ἀπειθοῦντας οὐχ ὑπὸ Μηνοδώρου ταῦθ’ ὑμᾶς οἰήσομαι προαχθέντας πεισθῆναι, ἀλλ’ αὐτοὺς Μηνοδώρῳ τούτων ἀφορμὴν δοῦναι ἐθέλοντας.
Οὐ Μηνόδωρος ὑποδέξασθαι τῇ πόλει Δολοβέλλαν καὶ τὴν στρατιὰν αὐτοῦ προηγάγετο ἡμᾶς, ὥσπερ οὐδὲ πάλαι στρατοπεδεύοντα περιορᾶν ἔπειθεν. ἀλλ’ οὐδὲ εἰ ταῦτα ἐπέπρακτο, ἡγούμεθα δοκεῖν αὐτοὶ Μηνοδώρῳ τοιαύτης εὐβουλίας ἀφορμὴν παρεσχῆσθαι· τάχιον γὰρ ἂν τὴν πρὸς Ῥωμαίους ὁμολογήσαιμεν συμμαχίαν ἡμεῖς ἢ σὺ τοῖς παρ’ ἡμῶν τὴν Δολοβέλλα ξενίαν ἐπικαλεῖς, οἷς εἰ καὶ μηδέν, ὡς λέγεις, ὄφελος οἴσεται ἡ πρὸς ἀλλήλους ὁμόνοια, μέγα γοῦν περιγένοιτ’ ἂν τὸ ἐκ τῆς πίστεως εὐσυνείδητον. ὅπλων μέντοι καὶ φυγαδείας οὐδέν τι τοῖς πράγμασι προσδεῖ· Μηνόδωρος γὰρ συναπῆρκε Δολοβέλλᾳ, μὰ Δί’ οὐχ ὡς πιπράσκειν τὴν πατρίδα κεκωλυμένος, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ νομίζων ἀδίκημα τῷ φίλῳ συνίστασθαι εἰς τὰ ἐπιτήδεια. σὺ δ’ εἰ καλὸν ὑπολαμβάνεις, ὥσπερ καὶ ἔστι καλόν, τὸ μὴ περιμένειν ποτὲ ἁμαρτάνοντας ἀμύνεσθαι, πολλῷ μᾶλλον οἰήθητι δεῖν μὴ προεξανίστασθαι τῶν διαβολῶν, ἀλλ’ ἐπὶ τῷ συμβησομένῳ τὴν κρίσιν τηρεῖν, ἐπεὶ δόξεις οὐκ ἐφ’ οἷς ἂν μέμφῃ τοὺς πέλας δυσμενῶς διατίθεσθαι, πρὸς οὓς δ’ ἂν ἔχθραν ἔχῃς, αἰτίας τούτοις ἐπιφέρειν.
Χρήματα ὅσα Δολοβέλλας κατέθετο παρὰ Μηνοδώρῳ τῷ ἑαυτοῦ ξένῳ, εἴ τέ τινας ἄλλας παρακαταθήκας, παρὰ τῶν τέκνων αὐτοῦ κομισάμενοι τῶν διαδεξαμένων αὐτοῦ τὴν οὐσίαν μετὰ τὴν ἐκείνου φυγὴν ἀναπέμψατε πρός με· εἰ δέ γε μὴ εἶναί φατε, αὐτοὺς τοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν· οὐ γὰρ δίκαιον τοῖς τῶν ἐμῶν πολεμίων φίλοις ἢ καὶ ξένοις περαιτέρω τοῦ μηδὲν αὐτοὺς παθεῖν λυσιτελῆσαι τὴν ἡμετέραν ἐπιείκειαν.
Οὔτε Δολοβέλλαν ἐν τοῖς δαπανηροτάτοις τοῦ πολέμου καιροῖς ἀποθησαυρίσαι παρακαταθήκας εἰκός, οὔτε Μηνόδωρον ἀπαλλασσόμενον ἐκ τῆς πατρίδος οἷόν τε καταλιπεῖν οἴκοι τὰ τῆς φυγῆς ἐφόδια. τὸ μέντοι γε ἀναπέμπειν πρός σε ἢ τὰ μὴ ὄντα χρήματα ἢ τοὺς ἀναιτίους ἀνθρώπους τῇ μὲν ἀδύνατον τῇ δὲ ἄδικον· οὐ γὰρ ἄξιον τοῖς ἡμετέροις πολίταις διὰ τοὺς σοὺς πολεμίους μέχρι συμφορᾶς ἀλυσιτελῆ εἶναι τὴν παρ’ ἡμῶν, ἐὰν πεισθῶμεν, προδοσίαν.
Μηδενὶ δοκείτω χαλεπόν, εἰ πολλὰ εἰσπράττομεν πολλῶν δεόμενοι· τούτων γὰρ ἡμεῖς ἔργα ἀποδίδομεν. εἰ δὲ τὸ τῶν εἰσφορῶν πλῆθος βαρύνεσθε, μεμνῆσθαι χρὴ πόσοι πόνοι σὺν τοῖς διδομένοις ὑφ’ ἡμῶν ἀναλίσκονται.
παντὶ γὰρ δῆλον ὅτι τοῦ παρασκευαζομένου κάμνει πλεῖον ὁ ταῖς παρασκευαῖς τοῦ πολέμου χρώμενος, ἄλλως τε καὶ ὑμῶν μὲν τῆς οἰκείας φροντίδος ἑκάστῳ, ἡμῖν δὲ τῆς ἁπάντων προνοεῖν ἀνάγκη.Οὐχ ὅσων δεῖσθαί σοι συμβέβηκεν ἤδη καὶ ἡμῖν εὐπορεῖν τοσούτων περίεστι· γνοίης δ’ ἂν δι’ ὅσων ἀθροίζεται τὰ παρασκευαζόμενα καμάτων ἐξ ὧν αὐτὸς ἀναλίσκων αὐτὰ κοπιᾷς. καίτοι τὸ μὲν ὑπὲρ ἄλλων εἰσφέρειν μετὰ πόνου καὶ ἀλυσιτελὲς φαίνεται, τὸ δὲ ταῖς ἑτέρων παρασκευαῖς χρῆσθαι μετ’ ὠφελείας ἐστὶ ρᾴδιον. εἰ δὲ καὶ ὑπὲρ πολλῶν φὴς κακοπαθεῖν, καὶ ἀπὸ πλειόνων σοι ποριστέον· οὐ γὰρ οἷόν τε ἡμᾶς τοὺς περὶ μόνων ἑαυτῶν φροντίζοντας ταῖς ὑπὲρ ἁπάντων εἰσφοραῖς ἐξαρκεῖν.