Epistulae

Bruti Epistulae

Bruti Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ὅσα ὑμῖν ἐστὶ μηχανικὰ ὄργανα τειχομαχίας ἢ ναυμαχίας ἐπὶ Καῦνον, παραπέμψατε Κασσίῳ τῷ συνάρχοντί μου πορθοῦντι Ῥόδον θᾶττον ἡμερῶν τριάκοντα, ἀφ’ ἧς ἂν ἡμέρας τὴν ἐπιστολὴν ταύτην δέξησθε, ἵνα μὴ τοῖς κατ’ ἐκείνων ἡμῖν παρεσκευασμένοις ἀναγκασθῶμεν χρήσασθαι καθ’ ὑμῶν.

Ὀξείας ἐπιταγῆς ἀπόκρισις μία τὸ ῥᾳδίως ὑπουργῆσαι. διὸ πειρασόμεθα φθάσαι τοῖς ἔργοις τὴν ἀπὸ σοῦ προθεσμίαν, ἐπεὶ καὶ σὺ ταῖς ἀπειλαῖς τὴν παρ’ ἡμῶν ὑπόσχεσιν ἔφθακας. εἴη μέντοι τὰ ὄργανα μὴ ἄχρηστα φανῆναι διὰ παλαιότητα, ὡς καὶ τὰ Ῥοδίων εὑρήσεις ἐπ’ ἄλλους ἄχρηστα.

Αἱ μηχαναὶ ὑμῶν μετὰ τὸν πόλεμον, ὡς ἡ παροιμία, ἐκομίσθησαν. ἀλλ’ ὑμᾶς γε ἐπαινοῦμεν· οὐ γὰρ ὑστερήσατε εἰς ἣν ἐκελεύσαμεν προθεσμίαν, Κάσσιος δὲ ἔφθασεν.

Καὶ σοὶ τάχιον ἐλπίδος νικᾶν συμβαίνει, καὶ ἡμῖν μὴ βράδιον ἐπιταγῆς ὑπουργεῖν, εἰ μέλλεις τοὺς συμμάχους ἐξ ὧν ἂν κελεύσῃς χρόνων μᾶλλον ἢ ἐξ ὧν ἂν ταχύνῃ Κάσσιος ἀποδέχεσθαι.

Ξάνθιοι τὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφον τῆς ἀνοίας ἐσχήκασι τὴν πατρίδα, Παταρεῖς δὲ πιστεύσαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθ’ ἕκαστα τῆς ἐλευθερίας. ἐξὸν οὖν καὶ ὑμῖν ἢ τὴν Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἑλέσθαι.

Ξανθίοις μὲν συναχθόμεθα τῆς συμφορᾶς, ἣν πρόστιμον τῆς ἀνοίας ἔχουσι τῷ μηδὲ μετανοῆσαι δύνασθαι, Παταρεῦσι δὲ συνήσθημεν σωφρόνως ἅμα καὶ εὐτυχῶς ἑλομένοις ἃ ἔμελλε συνοίσειν αὐτοῖς. αὐτοὶ δὲ οὐχ οὕτως ἠλίθια φρονοῦμεν, ὥστε, παρὸν ἐν φίλοις ἀριθμουμένοις εὐτυχεῖν, τὴν τῶν δι’ ἔχθραν κεκολασμένων ἀτυχίαν ἑλέσθαι.

Ξανθίων τοὺς διαφυγόντας οἱ ὑποδεξάμενοι ὑμῶν οὐδὲν μετριώτερον πείσονται Ξανθίων, Παταρεῦσι δὲ καὶ Μυρεῦσι καὶ Κωρυκίοις καὶ Φασηλίταις, κἂν ἄλλο τι τι εὖ ποιεῖν ὑποδεξάμενοι αὐτοὺς ἐθέλωσιν, ἐπιτρέπω, ἷνα ὀρθῶς αὑτοῖς βεβουλεῦσθαι φίλους ἡμᾶς ἀλλὰ μὴ πολεμίους ἑλόμενοι ἔργῳ αἴσθωνται ὁρῶντες Ξανθίους.

Οὐδ’ αὐτοὶ Ξανθίους ὑποδέξασθαι ἐγνώκαμεν, εἰ κοινωνεῖν τῆς συμφορᾶς μᾶλλον ἢ ἐπικουφίζειν μέλλομεν αὐτοῖς τὸ ἀτύχημα, ἐοίκασι δὲ κἀκεῖνοι παραλιπόντες τοὺς μηδὲν ὀνήσαντας ἡμᾶς Παταρεῦσι καὶ Μυρεῦσι καὶ Κωρυκίοις καὶ Φασηλίταις ὡς βεβαιοτέροις προσφεύξεσθαι βοηθοῖς. δῆλον γὰρ πεποίηκας, ὦ Βροῦτε, οὐ δι’ ὀργὴν ἐλαύνων τοὺς φυγάδας ἐκ Λυκίας, ὑπὸ δὲ χρηστότητος διδάσκων τίσιν ἥδιον αὐτοὺς χαρίσῃ.

Οἱ πεμφθέντες ἐπὶ τὴν παρ’ ὑμῶν συμμαχίαν ἀπήγγειλάν μοι τὰς ναῦς ὑμῶν ἄρτι κατασκευάζεσθαι· εἰ δὲ εἰς τὸν τοῦ πολέμου καιρὸν παρασκεθάζεσθε, τί χρήσεσθε ταῖς παρασκευαῖς οὐκ οἶδα. τί γὰρ πλέον ἰσχύος ἀκαίρου, ἧς παντελὴς ἀσθένεια τὸ ἄχρηστον;

Τοὺς μὲν ἰδίους ἐπιστάμεθα καιροὺς ὅτι μακρόθεν τῆς χρείας προηυτρεπίσθαι δεῖ, τοὺς δὲ τῶν συμμάχων οὐ ῥᾴδιον συνιδεῖν, εἰ μὴ πρὸ πολλοῦ τις καταγγέλλοι. τὴν μέντοι παρασκευὴν μὴ νόμιζε ἄχρηστον εἶναι διὰ τὸ βραδύ· κἂν γὰρ εἰς τὸ παρὸν ἐλλείπῃ, σώζεται γοῦν ἀκραιφνὴς εἰς τὰ μέλλοντα.