Incertorum fragmenta

Parodica Anonyma

Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.

  1. κλαγγῇ τοί γε πέτονται ἐπὶ σταδίοιο κελεύθου.
  2. οἱ δʼ, ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν,
  3. οὖλον κεκλήγοντες, ὅτε προίδωσιν ἰόντα
  4. ἵππον, ὃς ἀνθρώποισι πόνον φέρει ἠλιθίοισιν,
  5. ὣς οἱ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ἔπιπτον.
  6. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλῳάς,
  7. ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ,
  8. πάντῃ δʼ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι