Incertorum fragmenta
Parodica Anonyma
Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.
- πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
- ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας, οὐδέ κε φαίης
- οὐδέ ποτʼ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην.
- οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν,
- ἀνδρῶν κουφονόων φιλαεθλοτάτων ἀγερώχων.
- ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,