Incertorum fragmenta
Parodica Anonyma
Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.
- ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλοβοτείρῃ,
- ἄλλοτε δʼ ἀίξασκε μετήορα· τοὶ δὲ θεαταὶ
- θώκοις ἐν σφετέροις οὔθʼ ἕστασαν οὐδὲ κάθηντο
- χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δʼ ὑπὸ νείκης
- ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
- χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι.
- ἠύτε περ κλαγγὴ γεράνων πέλει ἠεροφώνων
- ὣς ἐπεὶ οὖν ξῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον,