Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1)

Vitae Aesopi

Vitae Aesopi. Fabulae romanenses Graece conscriptae, Volume 1. Eberhard, Alfred, editor. Leipzig: Teubner, 1872.

Τῇ δʼ ἐπιούσῃ τοῦ μὲν δεσπότου εἰς ἄστυ ἐπανα- ζεύξαντος, τοῦ δʼ Αἐσώπου σκάπτοντος ᾗ προσετάγη, ἱερεῖς τῆς Ἀρτέμιδος εἴτʼ ἄλλοι τινὲς ἄνθρωποι τῆς ὁδοῦ πλανηθέντες καὶ τῷ Αἰσώπῳ περιτυχόντες, προὐτρέποντο πρὸς Διὸς ξενίου τὸν ἄνδρα τὴν εἰς ἄστυ φέρουσαν αὐτοῖς ὑποδεῖξαι. ὃ δʼ ὑπὸ σκιὰν δένδρου τούς ἄνδρας ἀπαγαγών πρότερον καὶ λιτὸν παραθέμενος δεῖπνον, εἶτα καὶ ἡγησάμενος αὐτοῖς, εἰς ἣν ἐζήτουν ὁδὸν εἰσήνεγκεν. οἳ μὲν οὖν τοῦτο μὲν ἐπὶ τῇ ξενίᾳ, τοῦτο δὲ καὶ ἐπὶ τῇ ὁδηγίᾳ διαφερόν- τως τοῦ ἀνδρὸς ἐξαρτηθέντες, τάς τε χεῖρας εἰς οὐρα- νὸν ἦραν καὶ εὐχῇ τὸν εὐεργέτην ἠμείψαντο. Αἴσω- πος δʼ ὑποστρέψας καὶ εἰς ὕπνον καταπεσὼν ὑπό [*](1 τῆς om. M V D R H Φ J F Z K καὶ τῆς om. K, in marg. suppl. καὶ 4 ὡς om. Φ, in M abscissum periit 5 δόλους Φ μηχανέβεται P 6 αὐτὸς καθʼ αὑτοῦ τοῦτο λανθάνει ποιῶν V, M in margine (addito γρ.) (Lugd ; cf. W): scripsi ποιῶν λανθάνει non immemor eorum quae post Porsonem Din- dorfius in praef. poët. scen. exposuit: αὑτῶ (αὐτῶ D E H F Z K b) λέληθε τὸ κακὸν (κακῶν P) ἀρχιτεκτονῶν Q D R Φ E H F I K Z, M in textu, v 7 μὲν om. Φ εἰ P cf. 11 ἐπανεζεύξαντος R ἀναζεύξαντος ed. Neuelet. 8 τοῦ δὲ Z, καὶ τοῦ (om. δὲ) Φ κάμνοντος Q προσετάγη V: προσε- τάχθη ceteri (Z ex προετ. corr.) 9 εἴτʼ ἄλλοι τινὲς om. D) [*](11 προυτρέποντο Q D Φ H J F K Z v: qualia in posterum non notabo ἐσ A 12 ὑποσκιὰν E H 13 ἀπάγὼν F Z καὶ ante λιτὸν om. a λυτὸν Q 15 ante ὁδὸν in A. add. εἰς A 2 οὕτω, in margine γρ. τοῦτο (m. pr.?) Q, ante τοῦτο in A erasum τοῦτο 16 δὲ καὶ] δὲ om. E διαφε- ρόντως om. Φ 18 ἦρον F τοῦ εὐεργέτην (ην factum ex ειν) P εὐεργετὴν R ἀμείψαντο Z)

232
τε τοῦ συνεχοῦς πόνου καὶ καύματος, ἔδοξεν ἰδεῖν τὴν Τύχην ἐπιστᾶσαν αὐτῷ, καὶ λύσιν τῆς γλώττης καὶ λόγου δρόμον καὶ σοφίαν τὴν τῶν μύθων χαρι- ζομένην. εὐθύς οὖν διυπνισθείς φησι· „βαβαί, πῶς ἡδέως κεκοίμημαι· ἀλλὰ καὶ καλὸν ὄνειρον ἰδεῖν ἔδοξα. καὶ ἰδού, ἀκωλύτως λαλῶ· βοῦς, ὄνος, δί- κελλα. νὴ τούς θεούς, συνῆκα πόθεν μοι τἀγαθὸν προσεγένετο τοῦτο· εὐσεβήσας γὰρ εἰς τούς ξένους, ἀντιλαμβανομένου τοῦ κρείττονος ἔτυχον. ἆρʼ οὖν τὸ εὖ ποιεῖν ἀγαθῶν ἐστι πλῆρες ἐλπίδων“.

Οὕτω μὲν οὖν Αἴσωπος ὑπερησθεὶς τῷ πράγματι, πάλιν ἤρξατο σκάπτειν. τοῦ δʼ ἐφεστηκότος τῷ ἀγρῷ —Ζηνᾶς ἦν αὐτῷ τοὔνομα — πρὸς τοὺς ἐργαζομένους ἐλθόντος καὶ τούτων ἕνα, ἐπειδὴ μικρὸν ἐσφάλη τοῦ ἔργου, τῇ ῥάβδῳ πατάξαντος, Αἴσωπος παραχρῆμα [*](p. 12 b.)ἀνέκραγεν· ,,ἄνθρωπε, τοῦ χάριν τὸν μηδὲν ἠδικηκότα οὕτως αἰκίζῃ καὶ πᾶσιν εἰκῆ πληγὰς ἐμφορεῖς διʼ ἡμέ- ρας ; πάντως ἀναγγελῶ ταῦτα τῷ κεκτημένῳ.“ Ζηνᾶς δὲ ταῦτα τοὺ Αἰσώπου ἀκούσας, ἐξεπλάγη τε οὐ μέ- σως, καὶ πρὸς ἑαυτὸν εἶπεν· ,,Αἴσωπος λαλεῖν ἀρξά- [*](1 συνεχουσῶν P 2 τύχειν P ἐπιστῶσαν Q, α add. Q 2 λύσιν] ἔκλυσιν deleto qui in ύ erat accentu Z κλύσιν l. κ deleta puncto J 3 χαριζομένων P 4 εὐθεῖς P 5 εἰδέως κεκοίμησαι P εἰδεῖν P Z 6 ἀκωλύτως R m. pr.) [*](δίκελα Φ (A ex corr.) 7 τὸ ἀγαθὸν P 9 ἀντιλα- βομένου ed. Basil. 1547 τοῦ] μου τοῦ Q τοῦ κρείττο- νος] i. e. dei. κρείτονος F, τ F 2 ἄρʼ M V D R F J Z K v 10 ἀγαθὸν Φ ἀγγαθῶν in rasura m. pr. ἐπιπλῆρες H) [*](12 ἤρξατο σκάπτειν om. A, supplet A 2 13 ζηνὰς P plerumque ἦν om. Φ 14 τοῦτον V Q 15 τῇ ῥάβδῳ om. Φ 16 τὸν om. A 1, add. A 2 17 οὕτω R ἐμφοριεῖς P καὶ πᾶσι (uel εἰκῆ δὲ) πληγὰς ἐμφορεῖς δι᾿ ἡμέρας uersus fuerit 18 πάντως] πάντα A 19 ἐσῶπου P ut saepe ἀκού- σας τοῦ αἰσώπου E τὲ M Q D A R E H J F K Z ut saepe )

233
μενος οὐδὲν ἐμοὶ ὄφελος ἔσται. φθάσας τοίνυν αὐτοῦ κατηγορήσω αὐτὸς ἐπὶ τοῦ δεσπότου, πρὶν αὐτὸς τοῦτʼ αὐτὸ δράσῃ, καί με ὁ δεσπότης τῆς ἐπιτροπῆς παραλύσῃ.“ ταῦτʼ εἰπὼν εὐθύ τῆς πόλεως πρὸς τὸν δεσπότην ἤλαυνε. καὶ δὴ σύν θορύβῳ προσελθών, „χαῖρε“ φησί„δέσποτα“. ὃ δέ „τί τεθορυβημένος πά- ρει;“ φησί· καὶ ὁ Ζηνᾶς· „χρῆμά τι τερατῶδες ἐν τῷ ἀγρῷ συνέβη“ .καὶ ὁ δεσπότης „ἦ πού τι δένδρον παρὰ καιρὸν [καρπὸν] ἤνεγκεν; ἢ τῶν κτηνῶν τι παρὰ φύσιν ἐγέννησεν“; καὶ ὅς· ,,οὐχ οὕτως, ἀλλʼ Αἴσωπος ἄναυ- δος τὸ πρότερον ὢν νυνὶ λαλεῖν ἤρξατο.“ καὶ ὁ δεσπό- της „οὕτω σοι μηδὲν τῶν ἀγαθῶν γένοιτο, τοῦτο νομί- ζοντι τέρας εἶναι.“ ὃ δέ „καὶ μάλα·“ φησίν „ἃ μὲν γὰρ εἰς ἐμὲ περιύβρισεν, ἑκών παρίημι, δέσποτα· εἰς δὲ σὲ καὶ θεούς οὐ φορητὰ βλασφημεῖ.“ ἐπὶ τούτοις ὀργῇ ληφθεὶς ὁ δεσπότης τῷ Ζηνᾷ φησιν· „ἰδού σοι παρα- δέδοται Αἴσωπος· ἀπόδου, δώρησαι, ὃ βούλει ἐπʼ αὐτῷ ποίησον. “τοῦ δὲ Ζηνᾶ ἐπʼαὐτῷ γενόμενον παρα- [*](1 ἐμοὶ scripsi; ἐμὸν libri, nisi quod P m. pr. habet ἐμὴν, mutatum in ἐμόν manu altera φθάσω Q, D Φ αὐτοῦ] αὐτός F J K Z v 2 κατηγορήσας M V Q D Φ R E H πρὶν ἂν ? αὐτὸς] prius αὐτοῦ F J K Z v 3 τοῦτο Φ δράσει Φ E H) [*](καί με] κέμε P 4 παραλύσει D Φ E F J K, Z (sed mutauit in η Z 2) a ταῦτα R P ταῦθʼ A εἰπὸν Q εὐθύς R A 2 (εὐθύ A 1) τῆς om. D 5 ἤλαυνεν Φ 6 δεσπότα D, A primo τίτε θορυβομένος ed. Neuel. 7 ζημλᾶς A ἀγρῷ] ἀγρῶ φησί Φ 8 ἦπου τὰ δέμδρα Q R Φ (ἥπου ταδ. P), D (sed mut. in τι δένδρον D 2) ἦπου τί E H 9 καρπὸν om. V Q ἤ τι τῶν κτηνῶν D κτινῶν Q, η add. Q 2 10 ἐγέννησε Q R F J K Z v οὐχʼ M Q D καιὁς ὁ χούτος P τὸ πρ. ἀν. ὢν V τοπρ. a 11 ἄναν- δρος P, postea corr. ἄναυδος νῦν D λαβεῖν a λαλἡν P) [*](14 ἐμὲ] ἡμᾶς εἰς δὲ θεούς καὶ σὲ R 16 φησί, Φ ἰδοῦ E H παραδίδοται R 17 βούλει ὑπʼ D 18 ἐπʼ αὐτοῦ γενόμ. Q αὐτῷ om. F γενομένου E )
234
λαβόντος τὸν Αἴσωπον καὶ τὴν κατʼ αὐτοῦ δεσπο- τείαν αὐτῷ ἀναγγείλαντος, ἐκεῖνος ,,ὅ τι δήποτε βου- λομένῳ σοί ἐστι“ φησίν „ἔργασαι“.

Κατὰ δὲ δή τινα τύχην ἀνδρός τινος κτήνη ζη- τοῦντος πρίασθαι καὶ διὰ ταῦτα τὸν ἀγρὸν διιόν- τος ἐκεῖνον καὶ τὸν Ζηνᾶν ἐρομένου, ἐκεῖνος ,,θρέμμα μὲν οὐκ ἔστι μοι“ φησίν „ἀποδόσθαι, σωμάτιον δὲ ἄρρεν· ὅπερ εἰ θέλεις ὠνήσασθαι, πάρεστι“. τοῦ δʼ [*](p. 14 b.)ἐμπόρου φήσαντος ὑποδειχθῆναι αὐτῷ τὸ σωμάτιον. καὶ τοῦ Ζηνᾶ τὸν Αἴσωπον μεταπεμψαμένου, ὁ ἔμπορος ἰδών αὐτὸν καὶ ἀνακαγχάσας, ,,πόθεν σοι“ φησὶ πρὸς τὸν Ζηνᾶν ,,ἥδε ἡ χύτρα ; πότερον στέλεχός ἐστι δένδρου ἢ ἄνθρωπος ; οὗτος εἰ μὴ φωνὴν εἶχεν, οὐδὲν ἂν ἔδει μὴ οὐχὶ δοκεῖν ἀσκο- κήλη. ἵνα τί μοι τὴν πορείαν διέκοψας τουτουὶ τοῦ καθάρματος ἕνεκα;“ ταῦτʼ εἰπών ἀπῄει τὴν ἑαυτοῦ. ὁ δʼ Αἴσωπος μεταδιώξας αὐτόν, „μεῖνον“ φησόν. ὃ δὲ μεταστραφείς, ,,ἄπιθι“ φησίν „ἀπʼ ἐμοῦ, ῥυ- παρώτατε κύον“. καὶ ὁ Αἴσωπος· „εἰπέ μοι, τίνος ἕνεκεν δεῦρο ἐλήλυθας“ ; καὶ ὁ ἔμπορος· κάθαρμα, [*](19 καὶ abscissum periit in M 2 ἀναγκείλαντος P ἐκεῖνος priore loco praetermissum pro u. ἐστι substituit 4 δέ (δὲ R) τινα (omissa p. δή) R K τινὸς om. R 5 διαταῦτα M R D E ut saepe a u. ἐκεῖνος incipit cod. Lugd. Vulcan. 93 (U) f. 116 7 φηφησὶν V φησιή F 8 εἰθ. ἐθέλεις D, corr. D 2 πάρεστιν M δὲ F U Z K ν) [*](9 ἀποδειχθῆναι R αὐτὸ D, corr. αὑτῷ D 2 11 ἀνα- γκαχάσας ἀναγκαγχάσας R 12 πότε 13 στέλεγχος P) [*](ἐστὶ erasa l. ν Q 14 φωνεῖν P οὐχὶ] οὐ D 15 ἱνατί E J Q ἵνάτι H ut saepe πορίαν V τουτουὶ corr. ex τοῦτον Q m. pr. 16 ἕνεκα V: ἕνεκεν ceteri τἀὐτα U ἀπείη E ἑαυτοῦ] ἑαυτοῦ ὁδὸν K U Z F J v 17 δὲ U) [*](18 ὅδε, Z ὅ δʼ.᾿. M fenestrâ una uel duae litterae uidentur periisse φησι A ῥυπαρώτατον κύον (κύον m. pr. in ras.) A κύων libri praeter A 19 εἰπέ μοι post τίνος ἕνεκεν U 20 ἕνεκα E, ..εν ex ..α fecit Q m. pr.)

235
ἵνα τι χρηστὸν πρίωμαι· σοῦ δὲ ὄντος ἀχρήστου καὶ σαπροῦ οὐ χρῄζω“. καὶ ὁ Αἴσωπος· „ὤνησαί με, καὶ εἴ τίς ἐστι πίστις, πολλά σε ὠφελῆσοι οἷός τʼ εἰμί“. καὶ ὅς· „τί δʼ ἂν σοῦ ὀναίμην, στυγήματος ὄντος αὐτόχρημα“; καὶ ὁ Αἴσωπος· ,,οὐ πάρεστί σοι παιδία οἴκοι ἀτακτοῦντα καὶ κλαίοντα ; τούτοις ἐπίστησόν με παιδαγωγόν, καὶ πάντως αὐτοῖς ἀντὶ μορμοῦς ἔσομαι.“ γελάσας οὖν ἐπὶ τούτοις ὁ ἔμπορός φησι τῷ Ζηνᾷ· „πόσου τὸ κακὸν τόδε πωλεῖς ἀγγεῖον“; ὃ δέ „τριῶν“ φησίν „ὀβολῶν“. ὁ δʼ ἔμπορος αὐτίκα τούς τρεῖς ὀβολοὺς κατεβάλετο, λέγων ,οὐδὲν κατε- θέμην, καὶ οὐδὲν ἐπριάμην“. ὁδευσάντων τοιγαροῦν καὶ ἀφικομένων αὐτῶν οἴκαδε, παιδάρια δύο ὑπὸ μητρὶ ἔτι τελοῦντα, τὸν Αἴσωπον ἰδόντα καὶ συγχυ- θέντα ἀνέκραξε. καὶ ὁ Αἴσωπος εὐθύς τῷ ἐμπόρῳ φησίν· „ἔχεις μου τῆς ἐπαγγελίας ἀπόδειξιν“. ὃ δὲ γελάσας, „εἰσελθών“ φησίν „ἐνδοτέρω, ἄσπασαι τοὺς συνδούλους σου“. τὸν δὲ εἰσελθόντα καὶ ἀσπασά- μενον ἰδόντες ἐκεῖνοι, „τί ποτε ἄρα κακὸν τῷ ἡμῶν δεσπότῃ“ φασί „συμβέβηκεν, ὅτι σωμάτιον αἰσχρὸν [*](1 ὄντος ἀχρ. V: ὄντος post σαπροῦ conlocant ceteri 2 ὤνησέ με V D ὤνησαί μαι P 3 πολλάσαι P οἷός τἐ U) [*](4 σοῦ om. Z v; σου M V Q Φ R E H U J a, ed. Neuel. ὠναίμην V στηγήματος P U συστήματος E 5 αὐτό- γημα A ρ add. A 2 qualia plerumque praetermitto 6 κλέ- οντα U 7 πάντας U αὐτεὶς P ἀντιμορμοῦς P H) [*](8 τούτοις] τούτῳ F J K b τοῦτω U (Z?) 9 τόδε] τὸ δὲ R τοῦτο E H J F U Z v πολεῖς Z 10 δὲ E H U Z b) [*](11 κατεβάλλετο E H J F U Z v 14 ἔτι conlocant ante ὑπὸ μ. F J K U Z v ἔσωπον E 15 ἀνέκραζε R ἔσω- πος E 16 φησὶ Φ E H μοι P τῆς in A add. A 2 ἐπαγγελλίας A ἐμπαγγ. P τὴν ἀπόδειξιν? .]; Q 17 γελάσας in lacuna fere totum periit in M ἐνδοτέρω om. E H F J K Z U v 18 σου om. D ἐιελθόντα A σε A 23 19 ἆρα H ἄρα E sed ἄ mut. in ἆ ἡμῶν] ἐμῶ R 20 δε- σπότην P φασὶν Q φησὶ E H συνέβη Φ)
236
[*](p. 16 b.)οὕτως ἐπρίατο; ἀλλʼ ὡς ἔοικεν, ἀντὶ βασκανίου τοῦτο τῆς οἰκίας ὠνήσατο“.

Μετὰ δʼ οὐ πολύ καὶ ὁ ἔμπορος εἰσελθών, τὰ πρὸς ὁδὸν εὐτρεπισθῆναι τοῖς δούλοις ἐπέσκηψε· μέλλειν γὰρ τὴν ἐπιοῦσαν εἰς Ἀσίαν πορεύεσθαι. οἳ μὲν οὖν αὐτίκα τὰ σκεύη διεμερίζοντο. ὁ δʼ Αἴσω- πος ἐδεῖτο τοῦ κουφοτάτου τῶν φορτίων αὐτῷ παρα- χωρεῖν, ἅτε δὴ νεωνήτῳ καὶ μήπω πρὸς τὰς τοιαύ- τας ὑπουργίας γεγυμνασμένῳ. τῶν δέ, καὶ εἰ μηδὲν ἆραι βούλεται, συγγνώμην παρεχομένων, ἐκεῖνος οὐ δεῖν ἔλεγε πάντων κοπιώντων αὐτὸν μόνον ἀσυν- τελῆ τυγχάνειν. τῶν δὲ ὅπερ ἂν ἆραι βούληται ἐπι- τρεπόντων, δεῦρο κἀκεῖσε περιβλεψάμενος, καὶ σκεύη ἀθρήσας διάφορα, σάκκους καὶ στρώματα καὶ γυρ- γάθους, ἕνα γύργαθον ἄρτων πεπληρωμένον, ὃν καὶ δύο βαστάζειν ἔμελλον, αὑτῷ ἐπιτεθῆναι κελεύει. [*](1 ἀντιβασκανίου H 2 in ὠνήσατο desinit U 3 εἰσελ- θὼν] abscissum periit in M. εἰ A 2 in rasura; etiam a m. pr. scriptum uidetur fuisse εἰ 4 ὁδῶν P ἐυτεπ. A ρ A 2 5 μέλλει A; μέλλων eraso quod in sequebatur u. γὰρ ἐπί- ουσαν A 6 δισμερίζοντο Z διἁμερίζοντο P αἰδεῖτο H 7 τοῦ] τὸ erasa l. ῦ Q κοφοτάτου R κουφοτέρ ?? A κοφοτέ- ρου P κοφοτερου E κουφουτάτου H κουφότατον παρα- σχεῖν Q 9 ὑπηρεσίας καὶ supra uersum Z μὴδὲν H, eraso accentu η E 10 ἄραι V ἆρα P ἄρα J F Z K βουλαιτε P βούληται E H J F K Z b ἐκεῖνος] αὐτὸς V. post ἐκεὶνος erasa p. δὲ, A 11 οὐ δεῖν] οὐδὲν Q Φ ἔλεγεν Q κοπιόντων V Q R E H; ο corr. in ω K Z κωπμώντωνJ 12 ὅπερ ἂν ἆρα βούλοιται Q ὅπερ ἂν ἆραι βούλοιτο A ὅπερ ἂν ἆρα (m. pr.) βούλοι, τὸ P ὅπερ ἄρα βούλεται V ἐπι- τροπόντων A 13 κακεῖσε H ut saepe καὶ σκεύη in D add. manus rec. 14 ἀθρήσας ut conieceram M Q; ἀθροίσας libri certeri. περιβλετψάμενος W στρώμματα R 15 ἄρτον P ὃν καὶ scripsi: ἕνʼ V ὃν ceteri 16 αὐτῶ M V Q D R Φ b ἐπιτεθεῖναι H E J F K Z v ἐπιθεῖναι R)

237
οἳ δὲ γελάσαντες καὶ μηδὲν εἶναι μωρότερον τοῦ χυδαίου τούτου καθάρματος φάμενοι, ὃς μικρῷ μὲν ἔμπροσθεν τὸ κουφότατον ἆραι τῶν φορτίων ἐδεῖτο, νῦν δὲ τὸ πάντων βαρύτατον εἵλετο· χρῆναι μέντοι τὴν ἐπιθυμίαν αὐτοῦ πληρῶσαι· ὑπολαβόντες τὸν γύργαθον ἐπιτιθέασι τῷ Αἰσώπῳ. ὃ δὲ κατὰ τῶν ὤμων τὸ φορτίον ἐπηχθισμένος, δεῦρο κἀκεῖσε διε- κλονεῖτο. τὸν δὲ ἰδὼν ὁ ἔμπορος ἀπεθαύμασε καί φησιν· ,,Αἴσωπος εἰς τὸ πονεῖν πρόθυμος ὢν ἤδη τὴν ἑαυτοῦ τιμὴν ἐξέτισε· κτήνους γὰρ φόρτον ἤρατο“. ἐπεὶ δὲ ὥρας οὔσης ἀρίστου κατέλυσαν, Αἴσωπος κελευσθεὶς ἀρτοδοτῆσαι, ἡμιδεᾶ τὸν γύρ- γαθον πολλῶν φαγόντων ἐποίησεν. ὅθεν καὶ μετὰ τὸ ἄριστον κουφοτέρου τοῦ φορτίου γεγονότος, προ- θυμότερον ὥδευε. καὶ δὴ καὶ ἑσπέρας οὗ κατήχθη- σαν πάλιν ἀρτοδοτήσας, τῇ ἐφεξῆς ἡμέρᾳ κενὸν παντάπασιν ἐπὶ τῶν ὤμων ἀνέχων τὸν γύργαθον, πρῶτος ἁπάντων ᾔει, ὡς καὶ τοῖς συνδούλοις, προ- [*](p. 18 b.) τρέχοντα τοῦτον ὁρῶσιν, ἀμφίβολα γίνεσθαι, πότερον ὁ σαπρός ἐστιν Αἴσωπος ἤ τις ἕτερος· καὶ κατα- [*](1 μὴδὲν H, in E η eraso accentu 2 μικρὸν V) [*](3 κουφότερον Q ἄραι V E H ἐδεῖτο ante ἆραι conlocant J F Z K v αἰδεῖτο V 4 νῦνδε H τὸ π.] τῶν π. A βαρύτερον Q 5 πληροῦσθαι? ἐπιλαβόντες) [*](6 γύγανθον D: supra quoque aliquotiens erasa l. ν ἐπὶ τῆ θέασι P ὁδαὶ P 7 ἐπιχθησμένος P ἀπηχθισμένος fecit ex ἐπ. D m pr. ἀπηχθισμένος F J K Z v 7 ἀπεθαύ- μασεν F J Z K v 9 φησὶ E 10 ἐξέτησε Z l. η facta ex ι) [*](φορτίον Q 11 δὲ corr. ex δὴ D m. pr. ἀρίστου om. R κατέλυσαν om. Φ 12 ἡμὶ δὲ ὰ τογ. P 14 κουφ. γεγ. τοῦ φορτίου Q τοῦ om. A, bis exhibet H προθυμώτερον R, b 1547 προθυμότερος D, ν add. D 2; A ο ex corr. 15 ὤδευε R H E ut saepe καὶ δὴ καὶ] καὶ δὴ (δὶ P) Φ) [*](ἐσπ. P οὗ] οὒς P 18 ᾔει] εἴη M V; εἴη mutauit in ἤει D m. pr. 19 τοῦτον om. A. ἀμφίβολον Φ πρότερον P) [*](20 ὁ σαπρὸς] πρὸς K, in marg. ο σα ἐστιν] οὗτος)
238
μαθοῦσιν ἐκεῖνον εἶναι, θαυμάζειν ὅπως τὸ μεμελα- νωμένον ἀνθρώπιον νουνεχέστερα πάντων ἔπραξε, τούς ῥᾳδίως δαπανωμένους ἄρτους ἀράμενον, ἐκεί- νων τὰ στρώματα καὶ τὰ λοιπὰ τῶν σκευῶν ἐπιφορ- τισαμένων, ἃ μὴ φύσιν ἔλαχεν οὑτωσὶ δαπανᾶσθαι. ὁ μὲν οὖν ἔμπορος ἐπὶ τῇ Ἐφέσῳ γενόμενος, τὰ μὲν ἄλλα τῶν ἀνδραπόδων σύν κέρδει ἀπέδοτο, ὑπελεί- φθη δʼ αὐτῷ τρία, γραμματικός, ψάλτης καὶ ὁ Αἴσω- πος. τῶν δέ τις αὐτῷ συνήθων συμβουλεύσας εἰς Σάμον ἀπᾶραι, ὡς ἐκεῖ δὴ σὺν μείζονι κέρδει ἀπεμ- πολήσοντι τὰ σωμάτια, πείθει.