Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1)

Vitae Aesopi

Vitae Aesopi. Fabulae romanenses Graece conscriptae, Volume 1. Eberhard, Alfred, editor. Leipzig: Teubner, 1872.

226
[*](p. 4 b. 1530)

Πραγμάτων φύσιν τῶν ἐν ἀνθρώποις ἠκρίβωσαν μὲν καὶ ἄλλοι, καὶ τοῖς μετʼ αὐτοὺς παρέδωκαν φέ- ροντες· Αἴσωπος δὲ δοκεῖ μὴ πόρρω θειοτέρας ἐπι- πνοίας τῆς ἠθικῆς διδασκαλίας ἁψάμενος πολλῷ τῷ μέτρῳ τοὺς πολλοὺς αὐτῶν παρελάσαι. καὶ γὰρ οὔτʼ ἀποφαινόμενος, οὔτε συλλογιζόμενος, οὔτε μὴν ἐξ ἱστορίας, ἣν ὁ πρὸ τῆς κατʼ αὐτὸν ἡλικίας ἤνεγκε χρόνος, τὴν νουθεσίαν διατιθέμενος, ἀλλὰ μύθοις τὰ πάντα παιδοτριβῶν, οὕτω τὰς τῶν ἀκροωμένων ἀγρεύει ψυχάς, ὡς αἰσχύνεσθαι ταῦτα τοὺς λογικοὺς ποιεῖν ἢ φρονεῖν, ἃ μήτε ὄρνιθες μήτε ἀλώπεκες, καὶ αὖ πάλιν μὴ προσέχειν ἐκείνοις, οἷς πολλὰ τῶν ἀλό- γων ἐν καιρῷ καὶ νουνεχῶς προσεσχηκότα μυθεύεται. [*](in M βίος αἰσώπου τοῦ μυθοποιοῦ in folio lacerato super- est: cetera quidem pars lineae prope tota est abscissa, sed nhihil uidetur scritpti pertiisse. τοῦ μυθοποιοῦ om. V αἰσ. β. τοῦ μ., μαξίμω τῶ πλανούδη συγγραφείς KZv βίος αἰσ. τοῦ μ. συγγρα- φεῖς παρὰ τοῦ σοφωτάτου καὶ λογιωτάτου κυροῦ μαξίμου τοῦ πλανούδη Q οὗτος ὁ βίος λέγεται συγγραφεὶς παρὰ τοῦ τιμιω- τάτου ἐν μοναχοῖς μαξίμου τοῦ πλανούδη codicis P m. altera saec. XV 3 μετὰ A 4 μή] μοι in rasura Z ἐπιπνοίας] ιπν in ras A 2 6 αὐτὸν E παρελάσας Q 7 συλλογι- σομενος 8 ἦν E P ὁ om. A ἡλικίας] ἱστορίας Φ ἤνεγκεν P, post ἤνεγκε aliquid erasum in 11 ἀγρεύει M sed ita abolitum ut cognoscere tibi uidearis ἀγριώ ταῦτα om. F J K Z v 12 ἢ euanuit in M μήτε—μήτε V D Q μήτ᾿ —μήτε M R E H μήτ᾿—μήτʼ Φ J F Z v 13 μὴ om. Q, in D add. supra uersum 14 post καιρῶ om. καὶ Z K J F v, in D deletum punctis μυθ.] θαυμάζεται Q)

227
ἐξ ὧν ἃ μὲν κινδύνους ἐπηρτημένους αὐτοῖς διέδρα, ἃ δὲ μεγίστης ἐν τοῖς καιρίοις τῆς ὡφελείας ἔτυχεν. οὗτος τοίνυν ὁ τὸν καθʼ αὑτὸν βίον φιλοσόφου πολι- τείας εἰκόνα προθέμενος καὶ ἔργοις μᾶλλον ἢ λόγοις φιλοσοφήσας, τὸ μὲν γένος ἐξ Ἀμορίου τῆς Φρυγίας κατῆγε τῆς μεγάλης ἐπίκλησιν, τὴν δὲ τύχην γέγονε δοῦλος. ἐφʼ ᾧ καὶ σφόδρα μοι δοκεῖ τὸ τοῦ Πλάτω- νος ἐν Γοργίᾳ καλῶς ἅμα καὶ ἀληθῶς εἰρῆσθαι· „ὡς τὰ πολλὰ γὰρ ταῦτα“ φησίν „ἐναντία ἀλλήλοις ἐστίν, ἥ τε φύσις καὶ ὁ νόμος“. Αἰσώπου γὰρ τὴν ψυχὴν ἡ μὲν φύσις ἐλευθέραν ἀπέδωκεν, ὁ δὲ παρ ἀνθρώπων νόμος τὸ σῶμα πρὸς δουλείαν ἀπέδοτο. ἴσχυσεμέντοι οὐδʼ οὕτω τῇ τῆς ψυχῆς ἐλευθερίᾳ λυμήνασθαι, ἀλλὰ καίτοι πρὸς πολλὰ καὶ πολλαχόσε μεταφέρων [*](p. 6 b.) τὸ σῶμα, τῆς οἰκείας ἐκείνην ἕδρας οὐχ οἷός τʼ ἐγέ- νετο μεταστῆσαι. ἐτύγχανε δʼ ὢν οὐ μόνον δοῦλος, ἀλλὰ καὶ δυσειδέστατα τῶν ἐπʼ αὐτοῦ πάντων ἀν- θρώπων εἶχε. καὶ γὰρ φοξὸς ἦν, σιμὸς τὴν ῥῖνα, σιμὸς [*](1 ἃ μὲν] ἃ om. (Z) b ἐπηρμένους Z ν ἐπηρμένους F ἐπη- τημένους A ρ add. A 2 αὐτοῖς om. Φ. in M αὐτοῖς corr. ex αὐτοὺς 2 μεγίστοις F E H, in D m. pr. ης factum ex οις καιροῖς R τῆς om. Q ἔτυχεν] ν euanuit in M 3 κατ᾿ αὐτὸν V καθʼ ἑαυτὸν M καθʼ αὐτὸν E 5 φιλοσο- φίσας R P ἀμορίου D, ω add. D 2 7 Plat. Gorg. 482 extr. 2, 80, 6 Bk. 8 ἠρεῖσθαι V 9 γὰρ] δὲ Plato: quare γὰρ cum φησὶν coniungendum uidetur. τὰ π. γὰρ τ euanuerunt in M ἐναντίʼ M Φ 10 φύσις om. A, add. A 2; P in marg. manu rec. πλά- των et φύσις καὶ νόμος : quatia abhinc praetermitto. καὶ ὁ] ὁ om. R 11 παρ᾿] περὶ R 12 ἀπέδετο A ἀπέδωτο P οὐδῶτω P 13 τὴν τ. ψ. ἐλευθερίαν F J Z v τὸ τ. ψ. ἐλευ- θερίαν D, suprascr. ην D 2, τῆς τῆς ψ. ἐλευθερίας E, H (l. ς priori articulo postea adiecta), τῆ —ἐλευθερία Q 1 unde Q 2 fecit τὴν —ἐλευθερίαν 14 μεταφέρον Q 15 ἐκείνην ante τῆς οἰκ. A οὐχʼ D Q A ut saepe οἷος τ᾿ M D Q E H A J F fere ubique 16 ἐτύχ. μόνως 17 δυσειδέστα- τον ἐπ᾿] ἀπʼ F 18 εἴχεν M R alterum σιμὸς ex σιμὸν fecit A 2)
228
τὸν τράχηλον, πρόχειλος, μέλας — ὅθεν καὶ τοῦ ὀνό- μάτος ἔτυχε· ταὐτὸν γὰρ Αἴσωπος τῷ Αἰθίοπι — προ- γάστωρ, βλαισὸς καὶ κυφός, τάχα καὶ τὸν Ὁμηρικὸν Θερσίτην τῇ αἰσχρότητι τοῦ εἴδους ὑπερβαλλόμενος. τὸ δὲ δὴ πάντων ἐν αὐτῷ χείριστον ἦν τὸ βραδύ- γλωσσον καὶ τὸ τῆς φωνῆς ἄσημόν τε καὶ ἀδιάρθρω- τον. ἃ πάντα καὶ δοκεῖ τὴν δουλείαν Αἰσώπῳ παρα- σκευάσαι· καὶ γὰρ δὴ καὶ θαῦμα ἂν ἦν, εἰ οὕτως ἀτόπως ἔχοντι τοῦ σώματος ἐξεγένετο τὰς τῶν δου- λούντων ἄρκυς διαφυγεῖν. ἀλλὰ τὸ μὲν σῶμα τοι- οῦτον ἦν τῷ ἀνδρί· τὴν δὲ ψυχὴν ἀγχινούστατος ἐπεφύκει καὶ πρὸς ἐπίνοιαν πᾶσαν ἐπηβολώτατος.

Ὁ κεκτημένος τοίνυν αὐτόν, ἅτε πρὸς οὐδὲν τῶν ἐντὸς οἰκίας ἔργων οἰκείως ἔχοντα, σκάπτειν εἰς ἀγρὸν ἐξαπέστειλεν. ὃ δʼ ἀπελθὼν, τοῦ ἔργου προθύμως εἴχετο. ἀφικομένῳ δέ ποτε καὶ τῷ δεσπότῃ πρὸς τὸν ἀγρὸν ἐφʼ ᾧ τῶν ἔργων ἐπισκοπὴν θέσθαι γεωργός τις σῦκα τῶν ἀγαθῶν δρεψάμενος δῶρον ἤνεγκεν. ὃ δʼ ἐπὶ τῷ τῆς ὀπώρας ἡσθεὶς ὡραίῳ, Ἀγαθόποδι τῷ οἰ- [*](1 τὸν] τὸ (Ζ) b μέτρας A 2 ταυτὸν 14 M D Q A H J F v ut saepe αἴσωπον E H ἔσωπος Q τῷ] τὸ Q αἰθίωπι E Z 3 καὶ κυφὸς] κεκυφός κεκυφὼς P, τὸν om. Q 4 θερόιτην E ὑπερβαλόμενος Q, alterum λ add. Q 2 5 ἐν] ἐπ᾿ Q τὸ ante βραδ. om. Z βραδύγλωσ- σον] σσ ex corr. M 6 φονῆς A 7 τῶ αἰσ. Q παρα- κευάσαι V 8 ἂν om. Φ ἐι ούστως P 12 ἐπιβολώτα- τος V, A 2 (η in ι mutauit A 2) ἐπιβουλώτατος E H ἐπηβου- λώτατος ἐπιβολώτατος Q, η add. Q 2 13 οὐδὲν] οὐδὲν ἦν A τῶν ἐντὸς om. E H J F Z K v τῶν ἐντὸς τῆς οίκίας οἰκίας fecit ex οἰκείας A 2 14 ἔργον corr. ex ἔργων E) [*](υ E H J F Z K v 16 ἀφικο- μένω in marg. K τὸν om V; τοὺς P 1, τὸν P 2 17 ἐφῷ M Q A H F δόσθαι R γεωρός A γ add. A 2 18 ἤνεγκε A, P ex corr. m. pr. 19 ἀγαθο in M abscissum. ἀγαθόπαιδι Φ )

229
κέτῃ —τοῦτο γὰρ ἦν ὄνομα τῷ παιδί —φυλάττειν ἐκέ- λευσεν, ὡς αὐτῷ μετὰ τὸ λουτρὸν παραθεῖναι. συμβὰν δʼ οὕτω, καὶ τοῦ Αἰσώπου κατὰ δή τινα χρείαν εἰσελ- θόντος εἰς τὴν οἰκίαν, ἀφορμῆς ὁ Ἀγαθόπους λαβό- μενος, βουλὴντοιάνδε τῶν συνδούλων τινὶ προτείνει· „ἐμφορηθῶμεν, εἰ δοκεῖ, τῶν σύκων, ὦ οὗτος, κἂν ὁ δεσπότης ἡμῶν ταῦτα ζητήσῃ, ἀλλʼ ἡμεῖς γε τοῦ Αἰ- σώπου καταμαρτυρήσομεν ἄμφω ὡς εἰς τὴν οἰκίαν [*](p. 8 b.) εἰσδραμόντος καὶ ἀδείας τυχόντος καὶ τὰ σῦκα λάθρα καταφαγόντος, καὶ ἐπʼ ἀληθεῖ θεμελίῳ τῇ πρὸς τὸν οἶκον εἰσόδῳ πολλὰ τῶν ψευδῶν ἐποικοδομήσομεν. καὶ τὸ μηδὲν ἔσται ὅγε εἷς πρὸς τούς δύο, καὶ ταῦτα μηδʼ ἄνευ ἐλέγχων διᾶραί ποτε τὴν γλῶτταν δύναμιν ἔχων“. δόξαντος δὴ τούτου πρὸς τοὔργον ἐχώρησαν, καὶ τῶν σύκων ἐσθίοντες ἔλεγον ἐφʼ ἑκάστῳ σὺν γέ- λωτι· ,,φεῦ σοι, δύστηνε Αἴσωπε“. ὁ τοίνυν δεσπό- της ἐπανελθών ἀπὸ τοῦ λουτροῦ, καὶ τὰ σῦκα ζητήσας καὶ ἀκούσας ὡς Αἴσωπος αὐτὰ κατεδήδοκε, τόν τε Αἴσωπον σύν ὀργῇ κελεύει κληθῆναι καὶ κληθέντι [*](1 ἦν om. A τῷ παιδὶ] αὐτῶ τῶ παιδὶ Q 2 αὑτῶ R a αὐτὸ Z K αὐτ F, ῶ F 2 μετὰ δὲ οὕτω K παρα- θῆναι R E H παρασθεῖναι P συμβᾶν E, H ex corr. 3 ἐσώπου E et sic saepe καταδή E H F 4 ὁ om. P 5 βουλὴν om. Φ τινὶ ante τῶν συνδ. conlocat Φ 6 συ- κῶν D l corr. D 2 7 ζητήσῃ] αἰτήσῃ Φ ζητήσει E H γε om. J F Z K v 8 καταμαρτυρήσωμεν F P; in A υ et η ex corr. A 2 9 καὶ ἀδ. τυχ. om. Z v τυχόντες P 10 ἐπα- ληθεῖ R E H, Z (sed corr.), ἐπαλʼ ἐυθεῖ uel ἐγθεῖ P θε- μελίω] τεκμηρίω A 11 ἐπικοδομήσομεν E H ἐποικοδομή- σωμεν Q 12 τὸν b 1530. τότε? 13 μὴ δʼ M A E H J F v) [*](missorum exempli loco semel ascripsi. 14 δὴ] δὲ K τούτου] τούτον P τοὖργον M Q D A v ἐχόρησαν R 15 συκῶν R 16 ἔσωπε E 18 ὡς om. Φ αἴσωπον — κατεδηδοκέναι Φ κατεδήδοκεν M R τε] δὲ M τόν τε αἴσωπον om. 19 σ, ο. κληθῆναι αὐτὸν κελεύει Φ )
230
φησί· „λέγεμοι, ὦ κατάρατε, οὕτω μου κατεφρονήσας, ὡς εἰς τὸ ταμιεῖον εἰσελθεῖν καὶ τὰ ἑτοιμασθέντα μοι σῦκα θοινήσασθαι“; ὃ δὲ ἀκούων μὲν καὶ συνιεὶς ἦν, λαλεῖν δʼ εἶχεν οὐδʼ ὁπωσοῦν διὰ τὸ βραδύγλωσσον· μέλλων δὲ ἤδη τύπτεσθαι, τῶν κατηγόρων σφοδρότε- ρον ἐπικειμένων, πεσών πρὸς τοὺς τοῦ δεσπότου πό- δας, ἀνασχέσθαι μικρὸν ἐδεῖτο. δραμών δὲ καὶ χλιαρὸν ὕδωρ προσενεγκών, τούτου τε πέπωκε, καὶ τούς δα- κτύλους εἰς τὸ στόμα καθείς, αὖθις τὸ ὑγρὸν μόνον ἀνέβαλεν· οὔπω γὰρ τροφῆς ἁψάμενος ἔτυχεν. ἠντι- βόλει γοῦν αὐτὸ τοῦτο καὶ τούς διώκοντας δρᾶσαι, ὡς ἂν δῆλον γένηται, τίς ὁ τὰ σῦκα διαφορήσας. ὁ δὲ δεσπότης τὸ νοῆμον αὐτοῦ θαυμάσας, οὕτω ποιεῖν καὶ τοῖς ἄλλοις ἐπέταξεν. οἳ δʼ ἐβουλεύσαντο πιεῖν μὲν τοὺ ὕδατος, μὴ μέντοι καὶ καθεῖναι κατὰ τοῦ λαιμοῦ τοὺς δακτύλους, ἀλλʼ ἐπὶ τὰ πλάγια τῶν γνά- θων αὐτούς παραφέρειν. οὐκ ἔφθασαν δὲ πιόντες, καὶ τὸ χλιαρὸν ὕδωρ ἐκεῖνο ναυτίαν τοῖς πεπωκόσι παρα- χρὴμα ἐπενεγκόν, αύτομάτην παρέσχε τὴν ὀπώραν ἀνα- δοθῆναι. τότε τοίνυν πρὸ ὀφοθαλμῶν πεσόντος τοῦ [*](1 φησίν M E ὦ om. Φ μου] μοι κατεφρ. fecit ex καταφρ. A 2 2 ταμεῖον E ἐλθεῖν Φ ἐτοιμασθέντα Q) [*](4 δὲ H E F Z K v δὲ οὐκ εἶχεν ο. Φ οὐδοπωσοῦν M D οὐδοποσοῦν H Z K J F βραδίγλ. E 5 μέλλον F σφοδρότερον scripsi: σφοδροτέρων libri 7 ἀναχέσθαι E (sed erasa l. σ.), H P ἀνέχεσθαι D (in marg. D 2 ἀνασχέσθαι), R) [*](9 αὖθις] εὐθύς ? αὐτίκα ? sed ef Hertlein ad Xen. An. III 2, 11 et Jahrb. f. PhiI. 95, 475. iterum Liu. 21, 18, 14 10 ἀνέβαλε V 13 δὲ om. R, D add. D 2 τὸ] τὸν A. ποιεῖν corr. (ex πιεῖν?) A 2 14 τούς ἄλλους H E J F K Z v προσέταξεν V ποιεῖν Κ, πιεῖν in ποιεῖν mutauit A 2) [*](15 καὶ om. Φ H E J F K Z v καθῆναι Q R 16 γνα- θῶν A 17 περιφέρειν Q D R 18 πεποιηκόσι D ο D 2 πεποκόσι b πεπωκόσιν ἐπ. παρ. Φ 19 ἐπενεγκών H E J F K Z ὑπενεγκών R αὐτομῶτον P παρέσχεν τὴν R παρέσχεται A (om. τὴν) 20 ὀφοθαμῶν V)
231
τε κακουργήματος τῶν οἰκετῶν καὶ τῆς συκοφαν- p. 10 b. τίας, ὁ μὲν δεσπότης ἐκέλευσεν αὐτούς γυμνωθέντας μαστίζεσθαι· οἳ δʼ ἐπέγνωσαν σαφῶς κατὰ τὸν εἰ- πόντα ὡς
  • ὅςτις καθʼ ἑτέρου δόλια μηχανεύεται
  • αὐτὸς καθʼ αὐτοῦ τοῦτο ποιῶν λανθάνει.