ἐξελθών τοίνυν τῆς ἐπιούσης ἐπὶ τῆς λεωφόρου ὁ Αἴσωπος καὶ τούς παριόντας περισκοπῶν, ὁρᾷ τινα ἐφʼ ἑνὸς τόπου ἱκανὸν χρόνον καθίσαντα, ὃν καὶ δοκιμάσας καθʼ αὐτὸν ἀπράγμονά τινα καὶ ἀπλοῦν εἶναι, προσελθών φησιν· ,,ὁ δεσπότης σε καλεῖ σύν αὐτῷ ἀριστῆσαι.“ καὶ ὁ ἄγροικος ἐκεῖνος μηδὲν περι- εργασάμενος, μηδὲ τίς ὢν ὑπὸ τίνος καλεῖται, εἰ- σῆλθεν εἰς τὴν οἰκίαν, καὶ σύν αὐτοῖς ὑποδήμασι φαύλοις οὖσιν ἀνέπεσεν. ἐρομένου δὲ τοῦ Ξάνθου „τίς οὗτος“; Αἴσωπος εἶπεν· „ἀπερίεργος ἄνθρωπος“. καὶ ὁ Ξάνθος εἰς οὖς εἰπών τῇ γυναικὶ συνυποκρι- θῆναι αὐτῷ καὶ ὅπερ ἂν αὐτὸς ἐπιτάττῃ, ποιεῖν, ὡς ἂν εὐπροσώπῳ λόγῳ πληγὰς τῷ Αἰσώπῳ ἐντεί- νειεν, εἶτα ἐν ἐπηκόῳ πάντων φησί· „κυρία, ὕδωρ ἐπὶ τῆς λεκάνης βαλοῦσα, τούς πόδας τοῦ ξένου [*](1 κατατρέχειν τις] τε V 2 παροξύνων (παρο- ξύνῃ P) κατὰ οἰκέτου Q D Φ E H K Z v 4 αἴσωπον V M R Q D E: ἄνθρωπον Φ K Z v, om. H εἶπες Φ 5 φίλων P ἀπερ. ἄνθρ. ἀγαγὼν E H K Z v 6 τῆ ἐπι- ούση E λεοφόρου 7 περιόντας Q ἐπισκοπῶν R) [*](ὁράτινα H 9 καθʼ ἑαυτὸν Q A. καθε αὐτὸν P ut fere semper ἄπλους P 10 δεσπότας A. καλεῖ καὶ σὺν A. 11 ἀριστήναι P ἀγροῖκος E ἄνθρωπος Φ μηθὲν R Q D μὴδὲν H περιεργάμενος R 12 μηδὲ τίς scripsi μή τέ τις cum rasura in ι, μὴ τὲ τίς D μήτε τίς ceteri ὢν add. Q 2 in ras. 13 αὐτοῖς] τοῖς R Q D Φ ὑποδεί- μαση. (littera ν quae erat post η in φ mutata) φαύλης οὖσην P ἐρωμένου H, in E l. ο facta ex ω 15 οὗτος] εἴη Q αἴσοπος A 16 τῆ γυναικὶ om. Φ 17 ἐπιτάττει R P E H) [*](18 ὡσὰν Q ut saepe, cf. 258, 14 19 ἐπικόω V; in Q η corr. ex ι Q 1 φησίν Q D Φ κυρία om. Q D 1 (add. D 2) R Φ 20 post βαλοῦσα add. γύναι Φ)
264
νίψον.“ διενοεῖτο γὰρ καθʼαὑτόν, ὡς πάντως ὁ μὲν ξένος εὐλαβηθήσεται, ὁ δʼ Αἴσωπος, ὡς ἐκείνου περι- έργου φανέντος, πληγὰς λήψεται. ἡ μὲν οὖν βα- λοῦσα τὸ ὕδωρ εἰς τὴν λεκάνην, ᾔει τοὺς πόδας τοῦ ξένου νίψουσα· ὃ δʼ ἐπιγνούς ταύτην οὖσαν τὴν
[*](p. 50 b.)τοῦ οἴκου δεσπότιν, καθʼ ἑαυτὸν εἶπε· „τιμῆσαί με πάντως βούλεται, καὶ τούτου δὴ χάριν αὐτοχειρίᾳ τούς πόδας μου βούλεται νίψαι, ἐπεὶ θεραπαινίσιν εἶχεν ἂν τοῦτʼ ἐπιτάξαι.“ προτείνας οὖν τούς πόδας, ,,νίψον, κυρία“ φησί. καὶ νιψάμενος ἀνεκλίθη. τοῦ δὲ Ξάνθου κελεύσαντος οἶνον τῷ ξένῳ δοθῆναι πιεῖν, πάλιν ἐκεῖνος διελογίσατο καθʼ αὐτὸν ὡς ,,αὐτοὺς μὲν πρότερον ἔδει πιεῖν, ἐπεὶ δʼ οὕτως αὐτοῖς ἔδοξεν, οὐδὲν ἔργον ἐμοὶ τὰ τοιαῦτα ἐρευνᾶν“, καὶ λαβὼν ἔπιεν. ἀριστώντων δὲ καί τινος ἐδέσ- σματος τῷ ξένῳ παρατεθέντος κἀκείνου ἡδέως ἐσθί- οντος, ὁ Ξάνθος τῷ μαγείρῳ ὡς κακῶς τοῦτο ἀρτύ- σαντι ἐνεκάλει καὶ μέντοι καὶ ἀποδυθέντι πληγὰς ἐνεφόρει. ὁ δʼ ἀγρότης καθʼ ἑαυτὸν ἔλεγε· „τὸ μὲν
[*](1 νίψον τοῦ ξ. Φ γὰρ om. D 1 add. D 2 καθʼ ἑαυ- τὸν R Z καθʼ ἀυτὸν H καθαυτὸν P saepe, om. D μὲν om. D 1 add. D 2 3 λήγεται βάλλουσα R 4 εἴη) [*](5 νίψασα R, in D νίψουσα corr. ex νέψωσα δ᾿ ἐπι- γνοὺς V M R Q D Φ: ὅδʼ ἐ|γνοὺς H in pagina extrema, δὲ γνούς E (δὲ corr. ex δἐ), K Z v 6 δεσπότην V δέσποτιν D (ι ex corr.) δεσπότην P εἶπεν M με om. Φ 7 δὴ] δὲ Φ E H K Z v 8 ποδάσμου a πόδας μου b θεραπε- νίσιν V E H θεραπενίσων P 9 ἂν εἶχε Q erasa l. ν τοῦτο Φ 10 καὶ om A 1 add. A 2 ἀνεκλίνθη K Z b 12 ἑαυτὸν 13 μὲν τὸ πρ. E H K Z v ἐπεὶ δʼ ὡς A ἐπειδῶς P 14 τὰ τοιαῦτ᾿ ἐ. M Φ ἐρ. τὰ τοιαῦτα Q 15 ἀριστώντων scripsi: ἀριστούντων libri 16 παρατιθ. P) [*](17 τοῦτω P ἀρτύσαντος ἀρτίσαντι Q P 18 μέντι P ἀποδοθέντι R 19 ἐνεφώρει b 1534. 1547. δὲ R Z ἀγροιώτης b 1530. 1534. Neu. ἀγριώτης b 1547 καθʼ αὑ- τὸν A. H K Z v καθʼ ἀυτὸν P ἔλεγεν M E P) 265
ἔδεσμα ἄριστα ἕψηται καὶ οὐδενὸς αὐτῷ δεῖ πρὸς τὸ καλῶς ἔχειν· εἰ δὲ καὶ δίχα προφάσεως βούλεται τὸν αὐτοῦ δοῦλον μαστιγοῦν ὁ οἰκοδεσπότης, τί πρὸς ἐμέ“; κοῦ δὲ Ξάνθου ἀσχάλλοντος καὶ οὐχ ἡδέως διακειμένου, ἐπεὶ μηδὲν ὁ ξένος περιειργάζετο, τέλος πλακοῦντες ἠνέχθησαν. ὁ δὲ ξένος, ἅτε δὴ μήπω πλακοῦντος γευσάμενος, σωρεύων καὶ συνει λῶν αὐτούς ὡς ψωμοὺς ἤσθιε. τοῦ δὲ Ξάνθου τὸν ἀρτοποιὸν αἰτιασαμένου καὶ „τί δή ποτε, ὦ κατά- ρατε“, φαμένου ,,καὶ μέλιτος δίχα καὶ πεπέρεως τούς πλακοῦντας ἐσκεύασας“; ἐκεῖνος ἔφη· „εἰ μὲν ὠμός ἐστιν, ὦ δέσποτα, ὁ πλακοῦς, ἐμὲ τύπτε, εἰ δʼ οὐχ ὡς ἔδει ἐσκεύασται, μὴ ἐμὲ ἀλλὰ τὴν δέσποιναν αἰτιῶ.“ καὶ ὁ Ξάνθος· „εἰ πρὸς τῆς ἐμῆς τοῦτο γέγονε γυναικός, ζῶσαν αὐτὴν ἀρτίως κατακαύσω.“ καὶ πάλιν τῇ γυναικὶ νεύει αὐτῷ συνυποκριθῆναι διʼ Αἴσωπον. κελεύσας οὖν κληματίδας εἰς τὸ μέ-
[*](p. 52 b.) σον ἀχθῆναι, πυρὰν ἀνῆψε. καὶ λαβόμενος τῆς γυναικός, ἐγγύς τῆς πυρᾶς ἤγαγε, προσδοκήσιμος ὢν αὐτὴν εἰς τὸ πῦρ ἐπαφεῖναι. διέτριβε δέ πως
[*](1 ἄριστον P ἔψηται Q H 2 εἰ] ὁ Q 3 ἑαυτοῦ A ἐἀυτοῦ P αὐτοῦ M Q D R E H K Z v ὁ οἰκ. μαστ. Φ 4 τοῦ ξ. δὲ Φ ἀσχάλοντος V D E H ἀσχάλοντος m. pr. ἀσχάλοτος R m. pr. οὐχʼ E H οὑχως εἰδέως P εἰδ. m. pr. in ras. 5 μὴδὲν H περιεργάζετο A. 6 7 πλακοῦντες] κ A 2 bis fecit ex ν ὅτε b 1530 7 μηδέπω P συνε- λὼν R 8 ὡς ψωμούς in marg. add. V m. pr. 9 ἀρτο- ποιῶν P αἰτησαμένου V αἰτισαμένου A αἰτιασαμένους P αἰκισαμένου D τί om. Z 17 ἔφη] sic libri; differt pars exemplorum ed. Ald. 12 δὲ οὐχ R δ᾿ ὁυχως P (supra ω rasura) δ᾿ οὐχ᾿ ὡς Q 14 πρὸ R 15 γυνεκὸς A κατα- σκευάσω a (sed in nonnullis exemplis exstat κατακαύσω) 16 αὐτῶ libri συνειποκρ. P 17 διʼ] δʼ Z εἰς τὸ μ. κλημ. ἀχθ. Q 18 πῦρ R Q D ἀνῆψαι V 19 post ἤγαγε erasa l. ν Q προδοκ. A 1. σ add. A 2 προσδοκίσιμος b 1530 20 ἐπαφῆναι V, D 1, corr. D 2) 266
καὶ περιεβλέπετο τὸν ἄγροικον, εἴ πως ἀναστὰς τοῦ τοιοῦδε τολμήματος εἶρξαι αὐτὸν ἐγχειρήσειεν. ὃ δὲ καθʼ ἑαυτὸν αὖθις διεσκοπεῖτο ὡς ,,αἰτίας μὴ παρού- σης, τί δή ποτε οὕτως ὀργίζεται“; εἶτά φησιν· „οἰκο- δεσπότα, εἰ τοῦτο κέκρικας δεῖν γενέσθαι, ὑπόμεινόν με μικρὸν μέχρις ἂν ἀπελθών ἐνέγκω μου καὶ αὐτὸς ἐξ ἀγροῦ τὴν γυναῖκα, ὡς ἂν ἄμφω κατὰ τὸ αὐτὸ κατακαύσῃς“. ταῦτα τοῦ ἀνδρὸς ὁ Ξάνθος ἀκούσας καὶ τὸ τούτου ἀκέραιον καὶ γενναῖον θαυμάσας, τῷ Αἰσώπῳ φησίν· „ἴδε ἀληθῶς ἄνθρωπος ἀπερίεργος. ἔχεις τὰ νικητήρια λαβών, Αἴσωπε. ἅλις ἔχει σοι τοῦ λοιποῦ. τὸ δʼ ἐντεῦθεν ἐλευθερίας τῆς σῆς ἐπιτεύξῃ“.
Τῆς δʼ ἐπιούσης ὁ Ξάνθος ἐπέταξε τῷ Αἰσώπῳ εἰς τὸ βαλανεῖον ἀπελθεῖν καὶ σκέψασθαι, εἰ μὴ πολύς πάρεστιν ὄχλος, βούλεσθαι γὰρ αὐτὸν λου- θῆναι. ἀπιόντι δὲ ὁ στρατηγὸς συναντήσας καὶ τοῦ Ξάνθου γνούς αὐτὸν ὄντα, ἤρετο ποῖ πορεύοιτο. τοῦ δὲ „οὐκ οἶδα“ φαμένου, νομίσας ὁ στρατηγὸς τὴν ἐρώτησιν αὐτοῦ παρ᾿ οὐδὲν λογισθῆναι, εἰς εἰρκτὴν [*](1 περιεβλέπετο in corr. ex περιέβλεπετο ἄγρικον P ἀγροῖκον E τοῦ τοιοῦ δὲ Z τουτοιού-του δὲ P; in Q syllaba δε in rasura, in R l. υ u. τοῦ et l. ι u. τοι cor- rectae sunt 2 εἴρξας Q (accentus in rasura). εἶξαι A εἴξαι P ἐγχειρήσιεν Z 3 αὑτὸν Z v 4 δήποται) [*](οὗτος V in serie uerborum (in marg. οὕτως m. pr.) A οὔ- τος P οἰκοδέσποτα R K Z v, om. Φ 6 με in Q add. in linea extrema m. pr., μοι V R, δήμε Φ ἂν in A add. A 2) [*](7 ὡσὰν H κατατοαυτὸ V, P (sed erasa accentu qui erat in κατὰ), κατὰ τοαυτὸ M, D (ex corr.) 8 ἀκ. ὁ ξ. R 9 θαῦμα, P 10 αἰσῶπο P ἀπ. ἀνθρ. Φ D (etiam Q ἀνθρ. ἀπ.) 11 ἄλλις P ἔχει] ἔχοις V (l. o detrita), ἔχω Q (ω in ras.) σοι] σου M τοῦ] του M, acc. del. 12 τὸ δὲ A τοδὲ P εὐτεῦθεν H ἐπιτέξη A 15 αὑ- τὸν b 16 καὶ] τῆς b 1534 17 ξάντου Z ἤ. ποῦ A D Q ἤρετό που P ἤ. πῆ M E H πορεύετο Z 19 οὐτοῦ a παρουδὲν H E εἰρκτὴν V Q ἐρρκτὴν P)
267
αὐτὸν ἀπαχθῆναι κελεύει. ἀπαγόμενος τοίνυν ὁ Αἴσωπος ἔκραξεν· „ὁρᾷς, ὦ στρατηγέ, ὅπως ὀρθῶς ἀπεκρίθην ; ἃ γὰρ μὴ προσεδόκησα, καὶ συνήντησά σοι, καὶ εἰς εἰρκτὴν ἤδη ἀπάγομαι.“ καὶ ὁ στρατη- γὸς ἐκπλαγεὶς ἐπὶ τῷ τῆς ἀπολογίας ἑτοίμῳ, ἀφῆ- κεν ἀπιέναι· Αἴσωπος δὲ παραγενόμενος εἰς τὸ βαλανεῖον καὶ πλῆθος ἐν αὐτῷ θεασάμενος ὄχλου, καὶ λίθον ὁρᾷ κατὰ τὸ τῆς εἰσόδου μεσαίτατον κει-
[*](p. 54 b.) μενον, ἐφʼ ὃν ἕκαστος τῶν εἰσιόντων τε καὶ ἐξιόν- των τὸν πόδα προσέπταιε. τοῦτον δὲ εἶς τις εἰσιών ἐφʼ ᾧ λούσασθαι, ἄρας μετέθηκεν. ὑποστρέψας οὖν πρὸς τὸν δεσπότην, „εἰ κελεύεις“ φησί „δέσποτα, λούσασθαι, ἕνα ἄνθρωπον ἐν τῷ βαλανείῳ τεθέα- μαι“. καὶ τοῦ Ξάνθου ἐλθόντος καὶ τὸ πλῆθος τῶν λουομένων ἰδόντος καὶ „τί τοῦτο,“ εἰπόντος ,,Αἴ- σωπε; οὐχ ἕνα ἄνθρωπον ἔφης ἑωρακέναι ;“ ὁ Αἴ- σωπος „ναί·“ φησί ,,τὸν γὰρ λίθον ἐκεῖνον“, τῇ χειρὶ δείξας, „πρὸ τῆς εἰσόδου κείμενον εὗρον, ἐφʼ ὃν οἱ εἰσιόντες πάντες καὶ ἐξιόντες προσέπταιον. εἶς δέτις πρὶν ἢ προσπταῖσαι ἄρας μετέθηκεν. ἐκεῖ- νον οὖν ἕνα ἄνθρωπον εἶπον ἑωρακέναι, προτιμήσας
[*](1 inter τοίνυν et ὁ in Q littera erasa 4 εἰρκτὴν V Z H εἰρρκτὴν P 5 ἐκπλαγεὶς in in marg. suppl. τῷ] τὸ Q 8 μεσέτατον P μεσάστατον H 9 τῶνει -σιόν τὸν P; qualia plerumque praetermisi 10 προσέπτεαι a εἷς om. R δʼ εἷς Z 11 ἐφ ω D K, ἐφῶ M Q R H, P (erasa l. ν). a, ἐφῷ b (Z) μετέθηκεν corr. A m. pr. ex μεθῆκεν οὖν] δὲ K 13 βαλανίω A τεθέαμε Z 15 ἰδόντ Q m. pr.) [*](αἴσωπ Q, post π rasura 16 οὐγʼ E H 17 καὶ ὁ αἴσωπος V, om. Φ Q φησιν E K Z v 18 δείξας τῆ χειρὶ Q; in D post ἐκεῖνον lacuna est septem fere litterarum 19 οἱ om. Q εἰσίοντες καὶ οἱ ἐξ. D πρὸς πταίσαι (uel . . σας) P 20 μετέθηκε R 21 ἕνα ὄντα ἄνθρ. Q ἕνα ἅτον P) 268
τῶν ἄλλων“. καὶ ὁ Ξάνθος· „οὐδὲν παρὰ τῷ Αἰσώπῳ ἀργὸν πρὸς ἀπολογίαν.“