Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οὗτος μὲν ὁ ἀριθμὸς ἀναγκαστικὸς καὶ ἐπιδιπλούμενος διὰ τὴν φύσιν τῆς ὀργανοθεσίας· ἐπὶ δὲ πολλῶν φυσικώτερος δοκεῖ καὶ κυριώτερος ὁ διὰ τῆς δωδεκαετίας, ὃς ἐν δευτέρῳ μέρει κείσεται. δεῖ οὖν πρότερον ἐκείνῳ προσέχειν καὶ ἀπολύειν τὰς δωδεκάδας [*](3 ἔσται) ὖοτ V ὥστε H 4 ἐπὶ ἐπὶ V 5 anni secundi, quarti, sexti. octavi, decimi in harum sunt stellarum potestate 33 βάληται V)

224
καὶ τὸν ἐπίλοιπον ζητεῖν· καὶ ἐὰν μὲν εὑρεθῇ ἔχων παράδοσιν, ἐκείνῳ μᾶλλον χρῆσθαι· εἰ δὲ μὴ εὑρεθῇ, ἐξ ἀνάγκης ἐπὶ τοῦτον κατελευσόμεθα ἢ ἐπὶ τὸν ὑποκείμενον. οἷον ἐὰν ζητῶμεν ἔτος κ΄, ἀφελόντες τὰ ιβ΄ τὰ λοιπὰ η΄ ζητοῦμεν, εἰ ἔχει παράδοσιν. ἐὰν οὖν μὴ εὑρεθῇ, τὰς ἀπὸ δ΄ διαστάσεις ζητοῦμεν καὶ τοῖς λοιποῖς ὡς η΄ χρησόμεθα (ἐνεργεστέρα γὰρ ἡ παράδοσις) ἢ πάλιν τὰς διὰ δύο· οἱ γὰρ συνέχοντες ἀριθμοὶ τὴν η΄ εἰσὶ β΄ καὶ δ΄ δὶς γὰρ δ΄ ἐστὶν η΄ καὶ πάλιν τετράκις β΄ η΄. καὶ οὕτως γὰρ ἐνεργεῖς ἔσονται αἱ παραδόσεις. εἶτα τὰ κα΄ καὶ τὰ ιθ΄ παρὰ διάμετρον δηλοῖ· ἐάν τε γὰρ ἀφέλωμεν τὰς ιβ΄ ἀπὸ τῶν ιθ΄, περιλείπονται ζ΄, ἐάν τε γ΄ ζ΄ ποιήσωμεν, γίνεται κα΄. ἐπὶ δὲ τῶν κζ΄, ἐνεργήσει καὶ ἡ διὰ γ΄ καὶ θ΄ καὶ ζ΄. τὰ κδ΄ ἐὰν εὑρεθῇ ἔχοντα παράδοσιν, χρήσομαι, ἐπεὶ τὰ διὰ γ΄ τὰ ιγ΄ καὶ τὰ κε΄ καὶ τὰ λζ΄. εἰς τὸ αὐτὸ ζῴδιον καταλήγει. ἐὰν οὖν εὑρεθῇ ἀστὴρ ἐπικείμενος ἑαυτῷ, καὶ τῷ ζῳδίῳ παραδεδωκὼς ἔσται· ἐὰν δὲ τούτου ἐπικειμένου ἕτεροι ἀστέρες ἐν τῷ ἑξῆς ζῳδίῳ τύχωσιν, ἐκείνοις μᾶλλον παραδώσει. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως τῶν ιγ΄ καὶ κε΄ ἐνιαυτῶν Ἄρης Διὶ παραδίδωσι καὶ Ζεὺς Σελήνη· ἐὰν δὲ τῷ ἑξῆς μηδεὶς εὑρεθῇ, ἑαυτοῖς ἔσονται παραδεδωκότες τὸν ἐνιαυτόν. ἐπεὶ δὲ ἕκαστος ἀριθμὸς κατὰ τὴν ἰδίαν ἁρμονίαν δοκεῖ φυσικὸς ὑπάρχειν, πρὸς τὰς ἀφαιρέσεις τῶν κύκλων ἐξαιρέτως χρησόμεθα πρῶτον μὲν τοῖς διὰ ιβ΄ διὰ τὰ ιβ΄ ζῴδια, εἶτα τοῖς διὰ ζ΄ διὰ τοὺς ζ΄ ἀστέρας. ἐάνπερ οὖν τῶν ιβ΄ παράδοσις μὴ εὑρεθῇ, ἵνα ἐξ ἀνάγκης ἐκ τούτων γένηται (ἔδοξε δὲ καὶ τοῦτον τὸν λόγον φυσικώτερον ὑπάρχοντα προσυποτάξαι), μοιρικῶς κατὰ συνάντησιν καὶ ἀκτινοβολίαν ἀπὸ πάντων τῶν ἀστέρων τὰς ἀφέσεις ποιεῖσθαι καὶ συγκρίνειν τὴν ἑκάστου ἀστέρος πρὸς ἑκάτερον ἀποτελεσματογραφίαν. εἰ γὰρ ὡροσκόπος ἀφέτης κριθεὶς ἢ ὁ Ἥλιος ἢ ἡ Σελήνη καὶ τὴν φορὰν ποιούμενοι κατὰ τὴν τῶν χρόνων μετέλευσιν ἐπὶ τὰς τῶν ἀγαθοποιῶν κακοποιῶν ἀκτινοβολίας ἢ μοίρας παραγενόμενοι αἴτιοι ἢ ἀγαθῶν ἢ φαύλων καθίστανται, ὁτὲ δὴ καὶ τὸ τέλος ἐπάγουσι, πῶς οὐχὶ μᾶλλον καὶ ἡ τῶν λοιπῶν ἀστέρων δύναμις εὐτονήσει πρὸς ἄφεσιν καὶ ἀκτινοβολίαν; ἢ μόνοις τοῖς τρισὶ τὴν κυρίαν τῆς ἀφέσεως προσνέμομεν, τοὺς δὲ λοιποὺς διὰ παντὸς στηρίζοντας καὶ πεπηγότας καθάπερ σημείων χάριν ἐσομένους παρίεμεν; πᾶς δὲ ἀστὴρ κατὰ τὴν ἰδίαν φορὰν [*](5 fuitne ἀποδιαστάσεις? 6 haec non sana 10 diametri enim numerus VII 13 ἐπί V 14 αὐτὸν Va 15 nempe αὐτῷ vel ἐν αὐτῷ 22 τοῖς διὰ ζ΄] τοὺς ζ (Iovis signum) V 24 fort. lacuna post γένηται 30 ἐπὶ] περὶ V)
225
τοῦ ἀνέμου κινούμενος ἀποτελεστικὸς ἀγαθοῦ τε καὶ κακοῦ γενήσεται.

Ταῦτα δὲ ἐκ πείρας αὐτὸς δοκιμάσας συνίστημι· πολλάκις γὰρ μηδεμιᾶς ἐπικρατήσεως οἰκείως εὑρεθείσης μήτε οἰκοδεσποτικῆς προφάσεως μήθ᾿ ἑτέρας ἀγωγῆς ἐνδειξαμένης ἐνέργειαν μεγάλα αἴτια ἀγαθῶν καὶ ἀπροσδόκητα ἐγένετο, ὁτὲ δὲ κινδυνώδεις καὶ θανατηφόροι περιστάσεις ἐπηκολούθησαν· ἅπερ ἐκ τῆς τῶν ἀστέρων ἀφέσεως κατελαβόμην. γενόμενοι γὰρ οἱ κακοποιοὶ κατὰ μοιρικὴν κίνησιν ἐπὶ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην τὸ τέλος ἐπήνεγκαν, ἐπὶ δὲ τὸ μεσουράνημα ἢ τοὺς ἐπικαίρους τόπους ἀπραξίας καὶ αἰτίας ἐπιταράχους ἢ κινδυνώδεις· ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ δόξας καὶ προρανείας καὶ ὠφελείας, ἐάν πως καὶ ἡ ἄφεσις τῆς ὑποστάσεως περὶ τὸν Ἥλιον ἢ τὴν Σελήνην ἢ τὸν ὡροσκόπον εὑρεθῇ καὶ περὶ τὸν οἰκοδεσπότην. περὶ μέντοι τὰς λοιπὰς τῶν πραγμάτων ἀφορμὰς καὶ περὶ τὸν βίον γενομένας αἱρέσεις χρὴ ταῖς λοιπαῖς τῶν ἀστέρων ἀφέσεσι καὶ μαρτυρίαις καὶ ἀκτινοβολίαις προσέχειν. πῶς γὰρ οὐχὶ Κρόνος καὶ Ἄρης κατὰ μοιρικὴν ἄφεσιν κατὰ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην γενόμενοι ὑποστάσεως ἐτῶν οὔσης ἀσθένειαν κατασκευάσουσι καὶ αἰφνιδίως κλιμακτῆρας ἢ πατρὸς ἢ μητρὸς θάνατον ἢ μειζόνων ἔχθρας ἢ δόξης καθαίρεσιν ἢ φόθους ἐπισφαλεῖς καὶ τὰ λοιπά, ὅσα ἡ φύσις αὐτῶν παραδεικνύει; ἐπὶ δὲ τόπων καὶ μοιρῶν Ἀρροδίτης γυναικὸς ἢ θηλυκῶν προσώπων θανάτους ἔχθρας καὶ ταραχὰς καὶ σκυλμοὺς βιωτικοὺς ψόγους τε καὶ ἔπαισχρα πάθη· ἐπὶ δὲ τῶν τοῦ Ἑρμοῦ κρίσεις καὶ ἐπηρείας γραπτῶν χάριν ἢ ἀργυρικῶν μυστικῶν πραγμάτων, ἢ ἀδελφῶν ἢ συγγενῶν ἢ σωμάτων θανάτους· ἐπὶ δὲ τῶν τοῦ Διὸς δόξας, κληρονομίας, περικτήσεις, παιδοποιίας, προκοπάς, συστάσεις μειζόνων. ὁμοίως δὲ καὶ ἕκαστος ἀστὴρ κατὰ τὴν ἰδίαν δύναμιν καὶ τοὺς ἐπικειμένους ἢ ἀκτινοβολοῦντας ἐνεργήσει· καὶ ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις ἢ ἐπικέντροις βεβαιότεροι καὶ εὐτονὼτεροι πρὸς τὸ ἀποτέλεσμα γενήσονται, ἐν δὲ τοῖς ἀποκλίμασιν ἣττονες. ἐὰν μέντοι ἀναποδιστικὸς ἀστὴρ εὑρεθῇ, οὐ κατὰ τὸ ἑξῆς τὴν ἄφεσιν ποιησόμεθα, ἀλλὰ ἀνωφερῶς· καὶ σκοπήσαντες ἕως ποίας μοίρας ἀναποδίζει, ἐκείνην συγκρινοῦμεν τίνα δύναται ἀκτινοβολῆσαι κατ᾿ ἐκεῖνον τὸν χρόνον. ἐὰν γάρ πως ἀπόστροφος κατὰ τὸ παρὸν οὗτινος ἀστέρος ἢ κέντρου τύχῃ, κατὰ [*](19 fort. lacuna, velut 〈ἱκανῆς〉 ὑποστ. 20 nempe αἰφνιδίους 33 an 〈ὁ〉 ἀστὴρ? 37 τὸ] τὸν V)

226
δὲ τὴν τοῦ ἀναποδισμοῦ χρονογραφίαν ἀπὸ ἑτέρου ζῳδίου εἰς ἕτερον ζῴδιον γενόμενος ἀκτινοβολήσῃ, ἐνεργήσει πρὸς τὸ ἀγαθὸν ἢ φαῦλον.

Χρὴ μέντοι ἐκ τῆς τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείας τὰς μοιρικὰς κινήσεις ἐξετάζειν· αἱ γὰρ καθολικαὶ ὑποστάσεις καὶ χρονογραφίαι ἐκ τούτων τῶν ἀφέσεων διακρατοῦνται. ὅθεν οἱ πλείους μὴ ἐπιστάμενοι, ὅτι διὰ πολλῶν αἱρέσεων τὰ πράγματα συντελεῖται, ἀνύπαρκτον ἢ ἀσυντέλεστον ἢ δυσκατάληπτον τὴν ἐπιστήμην ὑπολαμβάνουσι, μιᾷ δυνάμει ἀγωγῆς διὰ παντὸς ἐσχολακότες· οἱ δὲ μετὰ πάσης ἀκριβείας πολλὰς αἱρέσεις δυνάμεως εἰσενεγκάμενοι καὶ νέᾳ ἀγωγῇ φυσικῇ χρηθάμενοι κατὰ τὴν ἐπιβάλλουσαν τῆς γενέσεμως αἵρεσιν εὐκατάληπτον τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἐκτήσαντο. καθάπερ οὖν εἴς τινας πόλεις, ἐξαιρέτως δὲ εἰς βασιλίδα χώραν ἀλλοεθνεῖς ἄνδρες κατερχόμενοι ἄλλοτε ἄλλως οὐ διὰ μιᾶς ὁδοῦ τὴν ἄφιξιν ποιοῦνται, ἀλλʼ οἱ μὲν πεζικῶς ἐρήμους τόπους καὶ σκληρὰς ὁδοὺς διερχόμενοι καὶ ἐπιφόβοις κινδύνοις περιπίπτοντες παραγίνονται ἀπὸ περάτων, οἱ δὲ εὐχερῶς καὶ ἀκινδύνως λεωφόροις ὁδοῖς χρησάμενοι, οἱ δὲ θαλασσίαις ζάλαις καὶ ἀνέμων ῥιπαῖς πολλάκις εἰκονιζόμενοι τὸν θάνατον τὴν προαίρεσιν πληροφοροῦσι καὶ οὐδεμία τις αὐτῶν φιλονεικία οὐδὲ ἔπαθλον τῆς συντόμου ἢ σκληρᾶς εἰσελεύσεως πρόκειται, ἀλλʼ ἕκαστος κατὰ τὴν τῶν τότε χρόνων ἐνέργειαν ἤτοι ὠφελείας καὶ δόξης ἢ καὶ τῶν κατὰ προαίρεσιν τυγχάνει ἢ καὶ ἄλλως αἰτίαις περιπεσὼν ἢ καθαιρεθεὶς προσαπώλεσε καὶ τὸ ζῆν, ἕτεροι δʼ ἔμειναν ἐπʼ ὀλέθρῳ, τινὲς δʼ ἐπὶ ἀπροσδοκήτῳ εὐεργεσίᾳ καίπερ ταχίστην τὴν ἔξοδον προθυμηθέντες, τὸν αὐτὸν τρόπον δεῖ ποικίλως καὶ ἡμᾶς προσέχειν τῇ μαθήσει καὶ ὥσπερ ἂν εἰ διὰ πολλῶν ὁδῶν διευθύνοντας ἐπὶ τὸ ἀποτέλεσμα κατελθεῖν· πολλὰ γὰρ καὶ μυρία τὰ συμβαίνοντα τοῖς ἀνθρώποις, ἅπερ οὐ διὰ μιᾶς ἀγωγῆς οὔτε ἑνὸς ἀστέρος συνίσταται, ἀλλὰ διὰ πολλῶν. ἐπεὶ δὲ καθʼ ἑκάστην γένεσιν ιβ΄ τόποι σημαίνονται, ἐκ δὲ τούτων καὶ τῆς τῶν ἀστέρων φύσεως πλεῖστοι ἐφευρίσκονται, παρατηρητέον τὰς κεντροθεσίας καὶ τὰς τῶν τόπων ἐναλλαγάς· πολλάκις γὰρ εἰς ἓν ζῴδιον δύο τόποι συνεμπίπτουσιν ἢ καὶ σχῆμα κεντρικὸν ἀποκλίματος τρόπον ἐνδείκνυται· τοῦτο δὲ συμβαίνει περὶ τὰς τοῦ ὡροσκόπου αἰτίας.

[*](2 ἀκτινοβολήσει V τὸ] τε V 10 nempe αἱρέσεων δυνάμεις 11 nempe καὶ μὴ μιᾷ (γενναίᾳ Rad.) 13 apodosis incipit v. 27 23 possis τῶν 〈καταθυμίων〉, sed non opus opinor 28 ἐπεὶ V 32 πλεῖστοι sc. τόποι, nisi quid excidit 35 ἀποκλίναντος V 36 potius παρὰ τὰς)
227

Οἴον Δίδυμοι ὡροσκόπος, μεσουράνημα Υδροχόος μοιρικῶς· ἐφἑξει οὖν οὗτος ὁ τόπος τὸν περὶ πράξεως καὶ δόξης καὶ τέκνων λόγον καὶ τὸν περὶ ξένης καὶ θεοῦ, ἐπεὶ ζῳδιακῶς ἐν τῷ θ΄ ἀπὸ τοῦ ὡροσκόπου εὑρέθη καὶ ἡ παράδοσις δὲ ἡ διὰ δ΄ καὶ ε΄ ἐπ᾿ αὐτοῦ εὑρέθη ἐπὶ τὸν ὡροσκόπον χρηματίζουσα καὶ ἡ ἀπὸ τοῦ ὡροσκόπου ἐπʼ αὐτὸν ἡ διὰ θ΄ καὶ ι΄ παράδοσις χρηματίζει. ὁμοίως δὲ καὶ τὸ διάμετρον τοῦ Υδροχόου τουτέστιν ὁ Λέων, ὅπερ ὑπόγειον κέντρον, ἐφέξει τόν τε περὶ θεμελίων κτημάτων καὶ γονέων λόγον καὶ τὸν περὶ θεοῦ καὶ ἀδελφῶν καὶ ξένης, καὶ ἡ διὰ γ΄ καὶ δ΄ παράδοσις ἀπὸ ὡροσκόπου ἐπ᾿ αὐτὸν εὐτονήσει καὶ ἀπ᾿ αὐτοῦ δὲ ἐπὶ τὸν ὡροσκόπον ἡ διὰ ι΄ καὶ ια΄. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων καὶ πολυαναφόρων τὸ ὅμοιον λυέσθω, ἐπὰν ἐν τῷ ἑξαγώνῳ συμπέσῃ τὸ μεσουράνημα· ὅθεν ἐὰν μοιρικῶς τοὺς τόπους ἐξετάσωμεν καὶ τὰς ἀποδιαστάσεις τῶν ἀστέρων, οὐ πταίσομεν. οἷον Ἄρης ὡροσκόπος Παρθένῳ, Σελήνη Σκορπίῳ ὑπόγειος, τὸ μεσουράνημα Ταύρῳ· ζητεῖν δεῖ λδ΄ ἔτος. ὑφαιρουμένων δυοδεκάδων δύο ὑπολείπονται ι΄· ἴσχυσεν ἡ παράδοσις ἡ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα διὰ τὸ κέντρον καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ τὸν Ταῦρον τουτέστι τὸ μεσουράνημα. ἔπραξε γὰρ τῷ χρόνῳ ἐπὶ ξένης καὶ φιλίας μειζόνων ἔσχε καὶ διὰ θηλυκὸν πρόσωπον ἐκινδύνευσεν ἀπολέσθαι τομαῖς τε καὶ αἱμαγμοῖς περιέπεσε· καὶ ἄλλαι δὲ παραδόσεις ἐχρημάτισαν τῷ χρόνῳ τούτῳ, πλὴν τὰ αἴτια οὐκ ἐδήλουν. οὕτως οὖν πολλάκις μὴ ὑποπτευομένου τοῦ χρόνου αἴτια κακῶν συνίσταται ἢ- πάλιν μὴ προσδοκωμένου μεγάλαι δόξαι καὶ ὠφέλειαι παρακολουθοῦσιν.