Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὑποδείξομεν δὲ καὶ γενέσεις ὑποδείγματος χάριν εἰς τὸ εὐσύνοπτον τοῖς ἐντυγχάνουσι τὴν θεωρίαν φανῆναι. οἷον Ἡλιος Σελήνη Ἀφροδίτη Ἑρμῆς ὡροσκόπος Σκορπίῳ, Κρόνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Λέοντι. ἐν τῷ κ΄ ἔτει παράδοσις Διὸς Αἰγόκερῳ Ἄρει Λέοντι ἡ διὰ η΄ παραδέδωκεν οὖν Ζεὺς Ἄρει ἀπὸ τοῦ γ΄ [*](6 ἡ abundat 8 τῶν τε V 9 τὸν] τῶν V 10 sq. ἐπʼ αὐτοῦ V 12 an νοείσθω? 13 nempe ἐμπέσῃ aut συνεμπέσῃ τὸ] τὸν V Medium Caelum esse potest etiam in XI. loco i. e. in horoscopi hexagono 16 τὸ] τὸν V 18 debebat numerari usque ad X. locum, sed Medium Caelum etsi non ibi positum tamen decimi vices explet 20 τῷ χρ. i. e. anno XXXIV. 24 genet. absol. tolerandum putavi 31 διαίρεσις in mg. Vb quod post η΄ inseri voluisse videtur; sed pertinet potius ad p. 228, 3)

228
εἰς τὸ ι΄ ζῴδιον τουτέστι τὸ μεσουράνημα. ἀξίωσις γέγονε πρὸς βασιλέως περὶ δόξης καὶ οὐκ ἔτυχε· χαλεπὸς γὰρ Ζεὺς Ἄρει παραδιδούς. ἰσχύει δὲ καὶ ἡ διὰ δ΄ διαίρεσις τουτέστιν ἀπὸ Ἄρεος ἐπὶ Ἥλιον καὶ Σελήνην καὶ ὡροσκόπον καὶ Ἑρμῆν καὶ Ἀφροδίτην· ἐνόσησεν οὖν ἐν τῷ κ΄ ἔτει καὶ ἀπὸ τετραπόδου πεσὼν ἐσύρη, ὡς παρά τι καὶ τὰς ὄψεις ἀφανίσαι· γέγονε δὲ καὶ πρὸς θηλυκὸν πρόσωπον ψόγος καὶ ἐπίθεσις καὶ ζημία, ὥστε ἕκαστος τῶν ἀστέρων τὸ ἴδιον ἀπετέλεσε παρὰ κακοποιῶν παραλαβών. τῷ δὲ κγ΄ ἔτει Ζεὺς ἀπὸ βασιλικοῦ τόπου (ὁ γὰρ τρίτος καὶ ὁ ἔνατος ἀπὸ ὡροσκόπου τόπος θεὸν καὶ βασιλέα δηλοῖ) παραδιδοὺς τοῖς φωσὶ καὶ Ἀφροδίτη καὶ ὡροσκόπῳ καὶ Ἑρμῇ διὰ δωρεάς παρέσχεν ἐξουσιαστικὸν συνέδριον. οὐδὲν οὖν δυνατὸν ἄνθρωπον πράσσειν φιλίας βασιλέων καὶ μειζόνων κεκτημένον ἀντιπρασσόντων τῶν χρόνων.

Ἄλλη. Ἥλιος Ταύρῳ. Σελήνη Ἑρμῆς Κριῷ. Κρόνος Ἰχθύσι. Ζεὺς Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Διδύμοις, ὡροσκόπος Παρθένῳ. ἐν τῷ μβ΄ ἔτει ἐκληρονόμησε θηλυκὸν πρόσωπον· ἦν γὰρ διὰ Ϛ΄ παράδοσις ἀπὸ Σελήνης καὶ Ἑρμοῦ ὄντων ἐν τῷ θανατικῷ τόπῳ Κρίῷ εἰς τὴν Παρθένον οἶκον Ἑρμοῦ καὶ ἀπὸ ὑψωματικοῦ ζῳδίου εἰς ὑψωτικόν. τῷ δὲ με΄ ἔτει ἀρχὴν ἐπίσημον ἔσχε δημοσίων χάριν πραγμάτων· Ἀφροδίτη γὰρ ἀπὸ μεσουρανήματος παρέδωκεν Ἄρει δηλοῦντι τὸ ταραχῶδες τῷ τε Διὶ τὸ τῆς δόξης. ἦν δὲ καὶ ἡ ἀπὸ ὡροσκόπου ἄφεσις ἐπὶ τὸν Ἥλιον, ὅθεν καὶ βασιλεῖ γνωστὸς ἐγένετο κατʼ ἐκεῖνον τὸν χρόνον. ἐν δὲ τῷ αὐτῷ ἔτει καὶ παλλακίδας ήλευθέρωσε διὰ τὸ εἰς τὸν περὶ δούλων τόπον Δία ὄντα παρειληφέναι ἀπὸ Ἀφροδίτης. τῷ μς΄ ἔτει πράγματα ἔσχε καὶ ἀνασκευασμοὺς τηκτῶν πραγμάτων καὶ διὰ θηλυκῶν προσώπων ταραχὰς καὶ παλλακίδων δυοῖν θάνατον· ἦν γὰρ ἡ παράδοσις ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον ἐν τῷ γαμοστολικῷ καὶ ἀπὸ Ἡλίου ἐπὶ Ἄρεα καὶ Δία. τῶν μὲν οὖν ταραχῶν ἐπαύσατο.

Ἄλλη. Ἥλιος Ταύρῳ, Σελήνη Ἀφροδίτη ὡροσκόπος Κριῷ. Κρόνος Αἰγόκερῳ, Ζεὺς Παρθένῳ. Ἄρης Σκορπίῳ, Ἑρμῆς Διδύμοις. τῷ να΄ ἔτει ἐξενίτευσε καὶ ἐπὶ βασιλέως ἐλθὼν δίκην ὑπὲρ [*](2 potius βασιλέα 3 διαίρεσις (cf. ad p. 227, 31) Vb] αἵρεσις Va 6 παρά τι paeneʼ 9 XXIII ═ XII + XI; quaeritur igitur intervallum XI locorum, quale hic est inter Iovem et Solem ceterosque in horoscopo positos 18 μεζόνων] Μ V κεκτημένων V 19 facile ὑφωτμκοῦ 20 fort. ἔσχε 〈καὶ αἰτίᾳ περιέπεσε〉 vel. sim. 22 τε] δὴ V 24 αὐτῶ iterat V 27 τηκτῶν dubium 28 δοιοῖν V 30 Δία. τῶν] δι᾿ αὐτῶν V 33 τῷ] τῶν V)

229
φίλου ἀρχιερωσύνης ἐνίκησεν· ἦν γάρ ἡ παράδοσις ἀπὸ Σελήνης καὶ Ἀφροδίτης καὶ ὡροσκόπου ἐπὶ Ἑρμῆν ὄντα τῷ περὶ θεοῦ καὶ βασιλέως. δὲ τῳ αὐτῷ ἔτει καὶ τέκνου θάνατος ἐγένετο· Ἄρης γάρ ἀπὸ θανατικοῦ τόπου Κρόνῳ παρέδωκεν ὄντι τῶ περὶ τέκνων τόπῳ.

Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ. Σελήνη Ἄρης Τοξὄτῃ, Κρόνος Αίγόκερῳ, Ζεὺς Υδροχόῳ, Ἀφροδίτη Παρθένῳ, ώροσκόπος Ταύρῳ τούτου τοῦ προκειμένου θέματος ὁ υἱὸς ὡς πρὸς σύγκρισιν ἐδηλώθη καὶ ἐκ ταύτης τῆς αἱρέσεως τῳ κβ΄ ἔτει περὶ τὸν πατέρα ἦκει. Ζεὺς γάρ Ἥλίῳ τὴν παράδοσιν ἐποιήσατο δηλοῦντι πατέρα καὶ ἡ ἀπὸ Ἄρεος ὄντος τῷ θανατικῷ τόπῳ πρὸς Ἀφροδίτην παράδοσις τοῦ θανάτου αἴτιον.