Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Δεῖ δὲ καὶ τοῦτο προγινώσκειν κατὰ τὸν φυσικὸν λόγον, ὅτι οὐ τὰ αὐτὰ δίδοται πᾶσιν οὐδὲ συμφέρει·

  • ἄλλῳ μὲν γὰρ δῶκε θεὸς πολεμήῖα ἔργα,
  • ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
  • ἄλλῳ δʼ ἐν στήθεσσι τίθει νόον εὐρύοπα Ζεὺς
  • ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι
  • καὶ κατὰ τὸν συγγραφέα. οὐ γὰρ πάντες ἄνθρωποι πάντων ἀνθρώπων διανοίας ὁμοίας ἢ πράξεις ἔχουσι. Ταῦτα δὲ πρὸς τοὺς τολμῶντας κατὰ τοῦ ἔργου λέγειν προεθέμεθα καὶ πρὸς τοὺς ἀστροδώρητον φύσιν κεκτημένους καὶ φιλομαθεῖς. ὅθεν ἡ μὲν ὑπόστασις τοῦ μαθήματος ἱερὰ καὶ σεβάσμιος ὡς ὑπὸ θεοῦ παραδεδομένη τοῖς ἀνθρώποις, ὅπως καὶ αὐτοὶ μέρος ἀθανασίας διὰ τῆς προγνώσεως ἔχωσι· περὶ δὲ τοὺς ἐντυγχάνοντας ἡ διάκρισις ἐλέγχεται ἤτοι ἀληθὴς ἢ ἀνυπόστατος ἢ δυσκατάληπτος. ὅνπερ μὲν οὖν τρόπον οὐσίαν μίαν πολυτελοῦς οἴνου ἀπὸ ἑνὸς χωρίου κεραμικὰ ἀγγεῖα δεξάμενα μετὰ χρόνον ἃ μὲν ἀπέδωκε τὴν παρακαταθήκην τοῖς πεπιστευκόσι πλήρη τε καὶ εὐάρεστον μεθʼ ἡδονῆς τε καὶ τέρψεως, ἃ δὲ μειώσαντα τοῦ μέτρου τὸν ὄγκον καὶ [*](1 πρώσωπα V ὁτὲ 〈δὲ〉 bis Us. 2 δήμου V ut vid., corr. Us. (possis δημίους) 3 an περιτεθειμένους? cf. V 9 4 nempe 〈καὶ〉 οὐ 5 Cleanth. fr. 527 Arn. 10 an ἢ ὑπακούσῃ? pro ὑπακοῦσαι positum putat Raderm., del. Diels ἐλεχθήσεται V 11 an 〈ὡς〉 ἀμαθής? ἐγκατεστέρων (nisi eat καλτ-) V 15 Il. Ν 730 sqq. 16 ὀρχηστεύειν et ἀείδειν V 17 στήθεσι V 18 ἐπευρίσκοντ᾿ V 19 καὶ abundat 20 ἢ πράξεις geminat V De astrologiae obtrectatoribus cf. Boll, Studien über Ptolemaeus, 131 sqq. 22 φιλομαθῆ Cumont 25 Idem fere dicit Firmic. Math. VIII, praef. (Boll 146))
    222
    μὴ εὐτονοῦντα διαβαστάζειν ὑπερεκζέσαν τὸ ἀνθηρότατον καὶ οὔτε μὴν τῆς ἡδονῆς μετέβαλεν οὔτε ήρνήσατο τὴν γεῦσιν τῆς οὐσίας, ἀλλ᾿ ἐν ἀμφοτέροις διεψεύσατο, ἕτερα δὲ μήτε χρόνον ὑπομείναντα μήτε τὴν φύσιν φυλάξαντα εὐθέως μετετράπη (ὡς καὶ ἐπὶ τῶν ἑτέρων φυτῶν τὸ ὅμοιον ἔστι συνιδεῖν· ἀπὸ γὰρ ἑνὸς δένδρου ὁ μὲν καρπὸς ἡδύς τε καὶ πέπειρος τρυγᾶται, ἄλλος δὲ σκληρός τε καὶ κατηγριωμένος, ἕτερος δὲ πικρὸς καὶ σεσηπὼς ἢ βλαβερὸς τοῖς χρωμένοις), τὸν αὐτὸν τρόπον καὶ αἱ τῶν ἐντυγχανόντων διάνοιαι· ὁ μὲν γὰρ μετὰ προθυμίας καὶ ἐπιμονῆς τὰς μαθήσεις ποιησάμενος μέχρι τέλους τὴν ἡδονὴν ἐκτήσατο, οἱ δὲ ἀφύσικοι καὶ ἀμαθεῖς ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι καὶ μὴ ἐγχρονίσαντες διὰ τὸ ἀκαρτέρητον μηδὲ νομίμοις ὑφηγηταῖς ἐσχολακότες ἔλεγχον μὲν καθ᾿ ἑαυτῶν ἀπαιδευσίας εἰσηνέγκαντο, ψόγον δὲ κατὰ τῶν συνταγματογράφων.

    Ἐάσαντες δὲ τὰ περὶ φυτῶν καὶ οὐσίας ἐπὶ τὴν ἀνθρώπειον γένναν κατέλθωμεν καὶ σκοπήσωμεν. ἀπὸ δύο φύσεων, ἀπὸ τοῦ αὐτοῦ πατρός τε καὶ μητρὸς τῆς αὐτῆς, παῖδες πολλοὶ γεννῶνται, ἀλλ᾿ οὐχ ὁμοίαν τὴν φύσιν τῇ σπορᾷ ἢ τῇ πρὸς ἑαυτοὺς συμπαθείᾳ κέκτηνται, ἀνομοίᾳ δὲ τύχῃ διὰ τῆς καταβολῆς φερόμενοι οἱ μὲν κοσμίως καὶ εὐγενῶς ἀχθέντες τὸ γένος δοξάζουσι καὶ μακάριοι καθίστανται καὶ διὰ τῆς ἰδίας φιλοκαλίας ἔργα τε καὶ ναοὺς κατασκευάζουσι καὶ ὄχλοις ἀρεστοὶ γίνονται καὶ τέκνων γονὰς καὶ εἰκόνας προλείψαντες περιόντες μὲν δοξάζονται, θανόντες δὲ αἰωνίας φήμης καταξιοῦνται. οἱ δὲ οὐ μόνον τοῖς γονεῦσι καὶ οἰκείοις ἔχθιστοι γενόμενοι διὰ κακότροπον ἦθος, ἀλλὰ καὶ τοῖς μὴ προσήκουσι πολλοὺς ἀπέτρεψαν παιδοποιῆσαι· οἱ δὲ παρὰ τῆς φύσεως καὶ θεοῦ διωχθέντες δικαίαν τιμωρίαν ὑπέμειναν καὶ πρὸς αἴσχιστον ἢ βίαιον κατήντησαν τέλος. ὅπερ καὶ τοὺς κατὰ τοῦ μαθήματος οἶμαι πείσεσθαι.

    Ἵνα δὲ τῇ ἐξ ἀρχῆς πραγματείᾳ καὶ τὸ τέλος ἐπιθῶμεν, τὰς φυσικὰς καὶ ἀναγκαστικὰς διαιρέσεις ὑποτάξωμεν. ἔσθ᾿ ὅτε γὰρ διὰ τῆς προκειμένης δωδεκαετίας εἰς κενοὺς τόπους δυνεμπεσούσης τῆς παραδόσεως ἐξαίρετα συμβαίνει γίνεσθαι ἢ πάλιν ἀγαθοποιῶν μόνων δοκούντων ἔχειν τὸν χρόνον σἴτια κακῶν συνεπιγίνεται.

    [*](1 ὑπερεκζέσαν] ἡπερ ἐξεδήμησαν V, ἅπερ ἐξίδισεν Us. 5 συνειδεῖν V 12 nolim μονίμως 15 τὰ] τὰς V Nempe καὶ 〈οἴνου〉 οὐσίας, nisi praestat φ. [καὶ] οὐσίας (ita Cumont) 16 nolim σκοπήσωμεν, 〈ὅπως〉 23 προσλείψαντες V 24 οἱ] ἤτοι et suprascr. οι V 26 ἀπέστρεψαν V 29 fort. non opus μαθήματος 〈εἰπόντας〉)
    223

    Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ. Ἄρης Παρθένῳ, Ἀφροδίτη Αίγόκερῳ, ὡροσκόπος Παρθένῳ. ἔσται οὖν ἀπὸ Ἄρεως καὶ ὡροσκόπου ἐπὶ Δία δύο καὶ ἀπὸ Διὸς ἐπὶ Σελήνην δύο καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Ἑρμῆν καὶ Ἥλιον δύο· τὰ οὖν δύο καὶ τὰ δ΄ καὶ τὰ Ϛ΄ καὶ τὰ η΄ καὶ ι΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἄρεως ἐπὶ Σελήνην γ΄ καὶ ἀπὸ Κρόνου ἐπὶ Ἄρεα γ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἀφροδίτην γ΄ τὰ οὖν γ΄ καὶ Ϛ΄ καὶ θ΄ καὶ ιβ΄ καὶ ιε΄ πρὸς αὐτούς. εἶτα διεκβάλλομεν ἀπὸ Κρόνου ἐπὶ Δία δ΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην δ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ Ἑρμῆν δ΄ τὰ οὖν δ΄ καὶ η΄ καὶ ιβ΄ καὶ ιϚ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἄρεως καὶ ὡροσκόπου ἐπὶ Ἀφροδίτην ε΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἥλιον καὶ Ἑρμῆ νε΄ καὶ ἀπὸ Κρόνου ἐπὶ Σελήνην ε΄ ἄρα οὖν τὰ ε΄ καὶ τὰ ι΄ καὶ τὰ ιε΄ καὶ τὰ κ΄ πρὸς αὐτούς. εἶτα πάλιν ἀπὸ Ἄρεως καὶ ὡροσκόπου πρὸς Ἥλιον καὶ Ἑρμῆν Ϛ΄ καὶ ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Κρόνον Ϛ΄· ἄρα οὖν τὰ Ϛ΄ καὶ τὰ ιβ΄ καὶ τὰ τη΄ καὶ τὰ κδ΄ καὶ τὰ λ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Κρόνου ἐπὶ Ἀφροδίτην ζ΄ καὶ --- τὰ οὖν ζ΄ καὶ τὰ ιδ΄ καὶ τὰ κα΄ καὶ τὰ κη΄ καὶ τὰ λε΄ πρὸς αὐτούς. ὁμοίως δὲ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον η΄, εἶτα ἀπὸ Κρόνου ἐπὶ Ἥλιον καὶ Ἑρμῆν η΄ καὶ ἀπὸ Ἑρμοῦ καὶ Ἡλίου ἐπὶ Ἄρεα καὶ ὡροσκόπον η΄· τὰ οὖν η΄ καὶ τὰ ιϚ΄ καὶ τὰ κδ΄ καὶ τὰ λβ΄ καὶ μ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Δία θ΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Ἄρεα καὶ ὡροσκόπον θ΄ καὶ ἀπό Σελήνης ἐπὶ Κρόνον θ΄· τὰ οὖν θ΄ καὶ τη΄ καὶ κζ΄ καὶ λϚ΄ καὶ με΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Σελήνην ι΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Δία ι΄ καὶ ἀπὸ Διὸς ἐπὶ Κρόνον τὰ οὖν ι΄ καὶ κ΄ καὶ λ΄ καὶ μ΄ καὶ ν΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην ια΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ια΄ καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ Κρόνον ια΄· τὰ οὖν ια΄ καὶ κβ΄ καὶ λγ΄ καὶ μδ΄ καὶ νε΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ πρὸς Ἀφροδίτην ιβ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Δία ιβ΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ιβ΄· τὰ οὖν ιβ΄ καὶ κδ΄ καὶ λϚ΄ καὶ μή καὶ ξ΄ πρὸς αὐτούς. καὶ μέχρις οὗ τις βούληται τὸν ἀριθμόν ἐπιπροσθεὶς εὑρήσει.