Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἀφροδίτη Σελήνη καλῶς κειμένη καὶ ἐπὶ ἐπικαίρων τόπων σχηματιζομένη περικτητικὸν καὶ ὠφέλιμον τὸν χρόνον δηλοῖ καὶ τῇ περὶ τὸν βίον συγκοσμεῖ φαντασίᾳ καὶ δόξας ἐπισήμους παρέχει, πλὴν μετὰ ζηλοτυπίας καὶ φιλονεικίας καὶ στάσεως καί τινων λαθραίων φθόνων· τὰς δὲ περικτήσεις καὶ τὰς ὠφελείας ἀτελέστους ἡ ἀπὸ μέρους εἴωθεν ἐπάγειν. κακῶς δὲ σχηματισθεῖσα ἀδικίας καὶ ἔχθρας ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ποιεῖ μετεωρισμούς τε καὶ ἀκαταστασίας πρὸς τὰ συγγενικὰ καὶ ιλικὰ πρόσωπα· ἀντίζηλος γὰρ καὶ φιλόνεικος ἡ παράδοσις αὐτῶν ὑπάρχει καθόλου.
Ἀφροδῖτη Κρόνῳ μετέωρον καὶ βλαβερὸν τὸν χρόνον δηλοῖ θηλυκῶν τε χωρισμοὺς μάχας ὕβρεις δειγματισμοὺς ἀδικίας ἐπάγει καὶ μητρὸς ἢ θηλυκῶν ἔχθρας τε συγγενικῶν ἢ ἀτιμίας καὶ πρὸς πρεσβύτερα πρόσωπα ἢ κοινωνικὰ ἀμφιλογίας ψόγοις τε ἢ πάθεσιν ἐπαίσχροις περιβάλλει καὶ φιλίαις καὶ συνηθείαις ἀβεβαίοις. δικάζονται δὲ πρὸς γυναῖκας καὶ ἀντικαταστάσεις ὑπομένουσι τόπων τε ἢ πραγμάτων ψύξεις ποιοῦνται ἀσθενείαις τε περιπίπτουσι καὶ κρυπτῶν ἢ αἰσθητηρίμων πόνοις ἐπιβουλαῖς τε καὶ φαρμάκοις ἐπηρεάζονται καὶ χρονικοῖς πάθεσι, μάλιστα Ἄρεως Ἑρμοῦ συνεπιμαρτυρούντων.
Ἀφροδίτη Διὶ ἀγαθὸν καὶ περικτητικὸν τὸ ἔτος δηλοῖ καὶ μειζόνων προσώπων συστάσεις καὶ δωρεὰς ἐπάγει ἀρχάς τε καὶ πολιτικὰς καὶ ὀχλικάς φαντασίας δόξας τε καὶ προκοπάς γάμους τε καὶ συμβουλάς θηλυκῶν προσώπων καὶ φιλίας σποράς τε καὶ τεκνώσεις καὶ ἐπαφροδισίας τοῖς ἐγχειρουμένοις. ἐὰν δὲ καὶ μέτριός τις ἢ, εὐπρακτήσει καὶ τῶν φαύλων ἢ ὑποταγῆς ἀπόλυσιν ἕξει πίστεως τε ἢ τιμῆς καταξιωθήσεται καὶ συγκοσμηθήσεται τῇ περὶ αὐτὸν ὑποστάσει.
Ἀφροδίτη Ἄρεῖ, μετέωρος ἐνιαυτός· γυναικῶν μάχας χυρισμοὺς αἱμαγμοὺς φθοράς θηλυκῶν ἣ μητρὸς θάνατον οἱ δὲ καὶ δίκας λέγουσι διὰ γυναῖκας ἀντιζηλίας καὶ ἔχθρας ὑπομένοντες καὶ δειγματισμοὺς ψόγους τε ἢ μοιχείας· ἀδικοῦνται δὲ ἢ προδίδονται καὶ παρὰ προαίρεσιν πράσσοντες ἢ ὑποκρινόμενοι φέρουσι τὴν κόλασιν. ἔσθʼ ὅτε μὲν οὖν καὶ εὐκταῖον τὸν χωρισμὸν τῆς [*](1 non opus δωρεάς 15 καὶ prius] nempe διὰ 16 ψόγους V 19 fort. τε 24 fors. τε καὶ] 26 an συμβολάς? 29 συγκομισθήσεται V 32 oἱ] εἰ V)