Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἄρης Ἀφροδίτη ἔχθρας καὶ χωρισμοὺς θηλυκῶν προσώπων καὶ ἀκαταστασίας οἰκείων καὶ μητρὸς θάνατον τοῖς ἔχουσιν εἴτ’ οὖν θηλυκῶν, συνηθείας τε καὶ μοιχείας ἀπαραμόνους τε φιλίας δειγματισμούς τε. ἐὰν δὲ καὶ συμπάθειάν τινα ἔχμωσι, ψύξεις ὑπομενοῦσι καὶ περὶ τὰς πράξεις ἀστάτως ἐνεχθήσονται, αἱ δὲ γυναίκες ἐν αἱμαγμοῖς ἢ ἐκτρώσεσι γινόμενοι ἐπικινδύνως διάγουσιν.
Ἄρης Ἑρμῇ παραδιδούς ἐπιτάραχον τὸ ἔτος δηλοῖ· κινδύνους γὰρ καὶ ζημίας ἐπέχων χάριν γραπτῶν καὶ ἀργυρικῶν ἢ ψηφικῶν ἀμφισβητήσεις μυστικῶν τε κακουργίας ἐγγύας τε καὶ χρεμστίας ἐπιθέσεις τε καὶ ἀπολογίας· καὶ ἐὰν εἰς δίσωμα ζῴδια τύχωσι, καὶ αὐτοὶ τὰ ὅμοια ἑτέροις ἐνδείξονται ἢ ῥᾳδιουργήσουσι. καὶ ἐάν μὲν τρεῖς ἀφέσεις σώζωνται, τῶν προειρημένων περιγενήσονται· ἐὰν δὲ κἀκεῖναι κακῶς τύχωσιν, ἐν τοῖς διαπρασσομένοις ἀστατήσουσι, καὶ ἐὰν δίκην σχῶσιν, ἡττηθήσονται ἢ καὶ μείωσιν πλείστην ὑπομείναντες αἰτίαις οὐ ταῖς τυχούθαις περιτραπήσονται.
Ἀφροδίτη ἑαυτῇ ἐπιμερίζουσα καλῶς κειμένη ἐπάγει φιλίας καὶ συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας καὶ δωρεάς καὶ συνηθείας ἐπιτερπεῖς καὶ γάμους καὶ οἰκείων εὐνοίας καὶ ἡδονὰς καὶ ὠφελείας. ἐὰν δὲ μετὰ Κρόνου εὑρεθῇ ἢ ὑπὸ τούτων θεωρηθῇ ἢ καὶ ἀχρηματίστοις ζῳδίοις τύχῃ, ψόγους καὶ δειγματισμοὺς καὶ μοιχείας ἐπάγει ζημίας τε καὶ ἀθετήσεις καὶ δόλους γυναικῶν κρίσεις τε καὶ ἀκαταστασίας· ὁμοίως δὲ καὶ ταῖς γυναιξὶν ἀνδρῶν.
Ἀφροδίτη Ἡλίῳ δοξαστικὸν καὶ περιποιητικὸν ἀποτελεῖ τὸν χρόνον πρός τε ἀρρενικὰ καὶ θηλυκὰ πρόσωπα συστατικὸν καὶ ὠφέλιμον συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἀγορασμούς τε καὶ δωρεάς κόσμου καὶ σώματος, καὶ πατρὸς τοῖς ἔχουσι δόξαν ἢ καὶ συμπάθειαν ἀπὸ τοιούτων καὶ ὠφελείας, μάλιστα δʼ ἂν καὶ καλῶς σχηματιζόμενοι τύχωσι. τοῖς δὲ ἐν ὑπεροχῇ στεμματηφορίας καὶ ἀρχιερμωσύνας καὶ προκοπάς καὶ ἀρχάς ἐπάγει καὶ εἰς ὄχλους [*](3 τύχοι V 5 εἴτʼ οὖν] εἰ δʼ οὖν V 7 ψύξοις V 11 participium pro verbo finito; cf. Marci Diac. ind. p. 137; Raderm. Demetr. 116; Hartel Patrist.. Stud. II, 42; IV, 49 possis 〈καὶ〉 χάριν 14 ῥαδιουργήσωσι V 15 σώζονται V 31 nempe σωμάτων “ mancipiorum „)