Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀφροδίτη Ἑρμῇ πρακτικὸν καὶ εὐεπήβολον τὸν χρόνον δηλοῖ περί τε τὰς δόσεις καὶ λήψεις καὶ ἐμπορίας καὶ τοῖς περὶ λόγον ἢ παιδείαν ὁρμωμένοις φιλίας περιποιεῖ ἀγορασμούς τε κόσμου καὶ σωμάτων κοινωνίας τε καὶ συναρμογὰς ἀρρενικῶν καὶ θηλυκῶν δόξας τε καὶ τιμάς κατορθώσεις πραγμάτων συνίστοράς τε μυστικῶν καὶ παραθηκῶν πίστεις καὶ συγγενῶν συμπαθείας.

Ἑρμῆς ἐαυτῷ ἐπιμερίσας πρακτικὸς καὶ ἐπωφελὺς περί τε τάς ἐπιχειρήσεις καὶ πίστεις καὶ εὐεπηβόλους ἀποτελεῖ καὶ ἐχθρῶν ὑπερτέρους ὑποκριτικῶς καὶ μυστικῶς διαπρασσομένους πραγμάτων τε κατορθωτάς καὶ τὰς ἀπὸ λόγων ἢ ψήφμων εὐημερίας ἀναδεχομένους· καὶ μάλιστα ἐὰν ἀνατολικὸς τύχῃ ἢ ἐν χρηματιστικοῖς ζῳδίοις ἢ ὑπὸ Διὸς καὶ Ἀφροδίτης ἐπιθεωρηθῇ, μείζονας πίστεις καὶ ἐπωφελεῖς δηλοῖ· ὑπὸ δὲ κακοποιῶν, φόβων καὶ ἐναντιωμάτων δηλωτικός.

Ἑρμῆς Ἡλίῳ παραδιδοὺς τὸ ἔτος εὐεπήβολος κοινωνικὸς πρακτικός, συστάσεις ἐπάγμων μειζόνων καὶ αἰτήσεις καὶ δωρεάς, μεθ᾿  ὑπερθέσεων δὲ καὶ έμποδισμῶν, διοικονομίας τε καὶ προστασίας καὶ ἱστορήθεις μυστικῶν πραγμάτων, τοῖς τε ἀπὸ λόγου καὶ παιδείας δοξαστικὸς καὶ ὠφέλιμος. τὰ δὲ πλεῖστα μυστικῶς καὶ μεθʼ ὑποκρίσεμως τελοῦντες περιγίνονται.

Ἑρμῆς Σελήνη πρακτικὸν τὸ ἔτος δηλοῖ, μάλιστα δὲ ἐὰν καὶ καλῶς σχηματιζομένη καὶ ἀνατολικὴ ἡ Σελήνη τύχη καὶ ἐν χρηιιατιστικοῖς τόποις τύχωσι, συστάσεις τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ἐπάγει καὶ ὠφελείας πραγμάτων καὶ κατορθώσεις καὶ πίστεις καὶ ἐν τοῖς διαπραθθομένοις ἐπιτευκτικὸς καὶ πρὸς τὰ μείζονα πρόσωπα συμπαθής. ἐὰν δὲ ἀνοικείως τύχῃ ἢ ὑπὸ κακοποιῶν θεωρηθῇ, κρίσεις καὶ ἐξοδιασμούς ἢ ἐπηρείας τε καὶ μειποιῶν ἀπειλάς ἐπάγει συνοχάς τε ἢ φόβους μυστικῶν τε προδοσίας.