Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Σαφέστερον δὲ βουλόμενοι τὸν περὶ εὐδαιμονίας τόπον διακρῖναι διὰ πολλῶν καὶ δεδοκιμασμένων αἱρέσεων ἐπιδιασαφήσομεν. ἕκαστον γὰρ εἶδος σχηματογραφίας ἰδίως ἐστὶ δυναστικόν, συγκρινόμενον δὲ ἕτερον πρὸς ἕτερον ἢ ὠφεληθὲν ὕψωσε τὴν δόξαν ἢ κακωθὲν προσεπικατέστρεψεν. ὅθεν οὐχ ὡς ἀναλύοντες τὰς προτέρας δυνάμεις, ἐπιβεβαιοῦντες δὲ ὑποτάξομεν. καθάπερ οὖν ἐπὶ τοῦ κλήρου προείπομεν, πραγματεύεσθαι δεήσει καὶ τὸν κλῆρον τοῦ δαίμονος, ὃς εὑρίσκεται ἡμέρας μὲν ἀπὸ Σελήνης ἐπὶ Ἥλιον, νυκτὸς δὲ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀφ᾿ ὡροσκόπου, καὶ τὸν τούτου κύριον καὶ τόπον συνορᾶν ὅπως ἔτυχεν· ὁμοίως δὲ καὶ τὸν κλῆρον τῆς βάσεως, ὃς εὑρίσκεται ἀπὸ τύχης ἐπὶ δαίμονα καὶ ἀπὸ δαίμονος ἐπὶ τύχην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· [*](1 nonus locus Dei est 2 Saturnus in Bona Fortuna, Mercurius in Bono daemone 4 nempe ἀντλογίαις 5 sq. om. M 7 τὸν sc. τόπον 10 possis ἀνατ. ⟨ὄντων〉 11 ἐνδόξας? S 12 ποιοῦντες M qui seqq. om. ueque ad ἔσονται v. 15 ἂν S 14 τούτω? S 15 ἔσονται ὑποτυχεῖς M 16 ὁ et ἡ et οἱ om. M 17 ἢ om. S 18 περιβοήσεσι S 20 διὰ πολλῶν S] διʼ ἀκριβῶν M δεδοκισμαμένων S ἐπιδιασαφήσωμεν M -φήσομαι S 25 προείπαμεν S 26 ὡς M 28 τὸν τόπον M 29 de βάσεως sorte cf. B. L. 307 adn. ὃς εὑρίσκεται om. M)

88
τὸν μέντοι ἑβδομαδικὸν ἀριθμὸν οὐχ ὑπερθήσει ἐπί τε τῶν νυκτῶν καὶ ἡμερῶν, ἀλλὰ ἀπὸ τοῦ ἐγγίονος κλήρου ἐπὶ τὸν ἕτερον κλῆρον δεῖ λαμβάνειν καὶ συγκρίνειν τόν τε τόπον καὶ τὸν οἰκοδεσπότην.