Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐὰν οὖν οἱ οἰκοδεσπόται ἐναλλάξωσι τοὺς τόπους, οἷον ὁ τοῦ κλήρου τῆς τύχης γένηται τῳ τῆς βάσεως τόπῳ, ὁ δὲ τῆς βάσεως τῳ τοῦ δαίμονος, ὁ δὲ τοῦ δαίμονος τῷ τῆς τύχης τόπῳ, ὁ τοιοῦτος εὐτυχὴς βασιλικὸς ἐπίσημος. ἐὰν δὲ τῷ τοῦ δαίμονος τόπῳ ὁ τῆς βάσεως κύριος γένηται συμπαρόντος καὶ τοῦ κυρίου τοῦ δαίμονος, εὐτυχὴς μεγαλόφρων. ἐὰν δὲ οἱ κύριοι τοῦ τε δαίμονος καὶ τῆς τύχης καὶ τῆς βάσεως ἰδιοτοπῶσι, καὶ οὕτως εὐτυχὴς γεννώμενος. ἐὰν δὲ ὁ δαίμων εὑρεθῇ μεθʼ Ἡλίου καὶ ὁ τούτου κύριος ἀνατολικός, ὁ τοιοῦτος ἔσται εὐτυχής· ὁμοίως κἀν Ἀφροδίτη κυριεύσῃ τύχης ἢ δαίμονος ἢ βάσεως καὶ εὑρεθῇ ἀνατολὴν ἔχουσα καὶ ἰδιοτοποῦσα, ὁ τοιοῦτος εὐτυχής. ἐὰν ὁ κύριος τῇ βάσει ἐπῇ καὶ τούτῳ συμπαρῇ Σελήνη, ὁ τοιοῦτος εὐτυχὴς ἔσται καὶ ἐπίσημος. ἐὰν δὲ ὁ κύριος τῷ δαίμονι ἐπῇ καὶ τούτῳ συμπαρῇ Ἥλιος, εὐτυχὴς ἐπίσημος τυραννικός.