Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καὶ τούτους δὲ τοὺς τόπους δυναστικούς ὄντας εἰς τὸν περὶ ἐνδόξων καὶ ἐπισήμων γενέσεων ἀναγκαίως ὑπέταξα. ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη χρηματιστικοῖς ζῳδίοις ὄντες δορυφορηθῶσιν ὑπὸ τῶν πλείστων ἀνατολικῶν μηδενὸς τῶν κακοποιῶν ἐναντιουμένου, εὐτυχεῖς καὶ ἐνδόξους, ἡγεμονικάς καὶ βασιλικάς τὰς γενέσεις ποιοῦσιν ὁμοίως δὲ καὶ ἐὰν οἱ κύριοι τούτων ὡροσκοποῦντες ἤ ἐπίκεντροι τύχωσιν. ἐὰν συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ οἱ τούτων κύριοι τύχωσιν ὡροσκοποῦντες ἡ μεσουρανοῦντες, ἔσονται εὐτυχεῖς οἱ γεννώμενοι. ἐὰν δὲ τῳ ὑπὸ γῆν εὑρεθῇ ὁ Ἥλιος ἢ ἡ Σελήνη ἢ οἱ πλεῖστοι τῶν ἀστέρων, γίνονται μὲν ἐπίσημοι καὶ πλούσιοι, κακῶς δὲ τὸν βίον καταστρέφουσιν ἢ φθόνοις καὶ αἰτίαις καὶ περιβοησίαις περιτρέπονται.