De tropis (olim sub auctore Gregorio Corintho)
Tryphon II Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Ὀνοματοποιΐα ἐστὶ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀποτελουμένων ἤχων, οἷον
λίγξε βιός·
αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα·φωνῆς δὲ τὸ τοιοῦτον, οἷον ἡ ὀλολυγὴ καὶ ὁ μυκηθμός, καὶ
τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας.
Μετωνυμία ἐστὶ μέρος λόγου ἐφ᾽ ἑτέρου μέν τινος κυρίως κείμενον, ἕτερον δὲ σημαῖνον κατὰ τὸ οἰκεῖον,
ὑπείρεχον Ἡφαίστοιο·σημαίνει δὲ τοῦ πυρός, ὅπερ ἐστὶν οἰκεῖον τοῦ Ἡφαίστου. καὶ πάλιν
ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης·ἀντὶ τοῦ ὁ σίδηρος, καὶ ὅταν λέγωμεν τὸν οἶνον Διόνυσον, καὶ τὸν σῖτον Δήμητραν, καὶ τὰ παραπλήσια.
Περίφρασίς ἐστι διὰ τῆς αὐτοτελοῦς καὶ κυρίας λέξεως διὰ πλειόνων αὐτὸ τὸ κύριον δηλοῦσα πρὸς αὔξησιν τοῦ σημαινομένου, οἷον βίη Ἡρακληείη, καὶ ίερὸν μένος Ἀλκινόοιο ἀντὶ τοῦ ὁ Ἡρακλῆς καὶ ὁ Ἀλκίνοος.
Πλεονασμός ἐστι φράσις ἐν αὐτῇ πλεονάζουσα, ἢ ὡς ἐνδέχεται κατὰ ἀναλογίαν. τῶν δὲ λεγομένων πλεονασμῶν ἃ μὲν μέτρων ἕνεκα φράζονται, ἃ δὲ ἐμφάσεως· καὶ μέτρων μὲν τὰ τοιαῦτα, οἷον Αἰνείαο, Πριάμοιο, λελόγχασιν, καὶ πᾶν ὃ λέγεται κατὰ παραγωγήν· ἐμφάσεως δὲ σημαντικὰ τὰ τοιαῦτα,
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσι.καὶ
221
ἑρπύζων παρὰ θῖνα.τὸν νωθρὸν ἐμφαίνει καὶ ἄστατον, καὶ
πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.