De tropis (olim sub auctore Gregorio Corintho)
Tryphon II Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Παραπλήρωμά ἐστι φράσις ἢ λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας·ἡ γὰρ πρὸ παρέλκει. καὶ
ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιος, ὅς τε μάλισταἀντὶ τοῦ ὃς μάλιστα. καὶ ἐπὶ τοῦ
καί κέ τις ὧδ᾽ ἐρέει Τρώων ὑπερηνορεόντων.
Ἐλλειψίς ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, ἀλλὰ μιᾷ λέξει ἢ πλείοσιν ἐλλείπουσα, οἷον κόπτων ἀμφοτέρῃσιν· ἐλλείπει γὰρ ταῖς χερσίν. ὁμοίως
ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί, ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται.ἐλλείπει γὰρ τὸ καλῶς ἂν ἔχοι· ἀπεκρέματο γὰρ ἡ διάνοια. ἔνιοι δὲ τὸν τρόπον τοῦτον προσυπακουόμενον καλοῦσιν.
Ὑπερβολή ἐστι λόγος ὑπεραίρων ἐμφάσεως ἕνεκα τὸ ἀληθές, ὡς τὸ
ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων.καὶ
ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
222
εἰ μὲν οὖν μυθικῶς τις ἀκούει τὸ τοιοῦτον, ἀκυρολογία φανήσεται, εἰ δὲ μή, ὑπαχθήσεται τῇ ὑπερβολῇ, ὡς τὸ λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι.
Εἰρωνεία ἐστὶ φράσις τοῖς ῥητοῖς λεγομένη τοὐναντίον μεθ᾽ ὑποκρίσεως, οἷον
Ἀντίνο᾽ ἦ μάλα καλὰ πατὴρ ὣς κήδεαι υἱοῦ.