De tropis (olim sub auctore Gregorio Corintho)

Tryphon II Grammaticus

Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

Μετάληψίς ἐστι λέξις διὰ τῆς συνωνύμου τὸ ὁμώνυμον δηλοῦσα, οἷον

ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι·
καὶ γὰρ ἀπὸ τοῦ σχήματος μεταληπτικῶς τὰς νήσους θοὰς εἴρηκε· τὸ γὰρ θοὸν καὶ ὀξὺ συνώνυμόν ἐστι. καὶ τούτῳ δὲ ὁμώνυμόν ἐστι πᾶν τὸ κατὰ σχῆμα ὀξύ· ὀφείλων γὰρ ὀξείαις εἰπεῖν, θοῇσιν εἶπεν, ἐπεὶ τὸ θοὸν σημαίνει καὶ τὸ ταχὺ καὶ τὸ ὀξύ. καὶ πάλιν
Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας.
218
ὁ γὰρ κατὰ τὸν βίον φειδωλὸς συνωνύμως καὶ ἀκριβὴς καλεῖται, ὁ δὲ συνωνυμεῖ τῷ κατὰ τὴν τέχνην ἀκριβεῖ, τουτέστιν εὐστόχῳ.

Ὑπερβατόν ἐστι φράσις ἀναμέσον τὰ ἑξῆς ἔχουσα, γίνονται δὲ τὰ ὑπερβατὰ ἐν εἴδεσι δυσίν, εἴτε ἐν λέξει, οἷον

πάντη γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον.
ἔστι δὲ καὶ ἐν συνθέτοις λέξεσιν ὑπερβατὰ γινόμενα, οἷον
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος ἠελίοιο ἤσθιον·
ἀντὶ τοῦ κατήσθιον. τὰ δ᾽ ἐν λόγῳ γινόμενα ἔχει οὕτως παρ᾽ Ὁμήρῳ,
ὣς ἔφατ᾽· Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον· ἀμφὶ δὲ νῆεςσμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν—μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο.
τὸ γὰρ ἑξῆς οὕτως ἀποδίδοται, ὣς ἔφατο, Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον μῦθον ἐπαινήσαντες. ἔνιοι δὲ καὶ ἐν ταῖς συλλαβαῖς ὑπερβατὰ πεποιήκασιν, ὡς καὶ Σιμωνίδης ἐν ἐπιγράμμασιν,
Ἑρμῆν τόνδ᾽ ἀνέθηκε Δημήτριος, ὄρθια δ᾽ οὐκ ἐν προθύροις,
ἀντὶ τοῦ οὐκ ὄρθια δέ.

Ἀναστροφὴ δέ ἐστι λέξις ἣν χρὴ προηγεῖσθαι τῆς σημαινομένης διανοίας δευτέραν ἔχουσαν τάξιν, ἔνιοι δὲ καὶ ἐπὶ πλειόνων λόγου μερῶν· ἐν μὲν προθέσει οὕτως,

ᾧ ἔπι πόλλ᾽ ἐμόγησα.
ἐν δ᾽ ἐπιρρήματι,
219
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς.
ἀντὶ ὡς ὄρνιθας. ἐν δὲ συνδέσμοις,
ἤτοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν· οὐδὲ λίην λυπρὴ αὐτὰρ δ᾽ εὐρεῖα τέτυκται.
ταῦτα μὲν πρὸς μίαν ἀναστρέφεται λέξιν, ἀλλαχοῦ δέ ἐστι πρὸς πλείονα μέρη λόγου τὴν ἀναστροφὴν ἔχειν, οἷον
Ἕκτορος ὠφέλετ’ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι·
ἡ γὰρ ἀντὶ πρόθεσις οὐκέτι μιᾷ συντάσσεται, ἀλλὰ δυσὶ λέξεσιν, καὶ τὸ ἑξῆς ἀνθ᾽ Ἕκτορος ὠφείλετε.

Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, προσδεομένη δέ τινος ἔξωθεν διανοίας. ἔχει δὲ τέσσαρας διαφοράς· καὶ γὰρ ἀπὸ τοῦ μέρους τὸ ὅλον δηλοῖ, καὶ ἀπὸ τοῦ ὅλου τὸ μέρος, καὶ ἀπὸ τοῦ συμβαίνοντος τὸ προηγούμενον, καὶ ἀπὸ τοῦ συμβόλου τὸ κύριον. ἀπὸ μὲν οὖν μέρους τὸ ὅλον, οἷον

θεὰ λευκώλενος Ἥρη·
ἀπὸ γὰρ τοῦ βραχίονος τὸ ὅλον σῶμα δηλοῖ. ἀπὸ δὲ τοῦ ὅλου τὸ μέρος, οἷον βόας αὔας ἀντὶ τοῦ βύρσας, τουτέστι τὰς ἀσπίδας. ἀπὸ γὰρ ὅλου τοῦ βοὸς ἐδήλωσε τὸ μέρος, ἤγουν τὸ δέρμα. ἀπὸ δὲ συμβαίνοντος τὸ προηγούμενον, οἷον
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι.
τὸ λεύκαινον γὰρ ἀντὶ τοῦ συντόνως ἤρεσσον· ἐκ γὰρ τοῦ κωπηλατεῖσθαι συμβαίνει λευκαίνεσθαι τὸ ὕδωρ. ἀπὸ δὲ συμβόλου τὸ κύριον, οἷον
σκῆπτρον μέντοι δῶκε τετιμῆσθαι περὶ πάντων·
ἀντὶ γὰρ τοῦ εἰπεῖν τὴν βασιλείαν εἶπε τὸ σύμβολον, δεικνύς ἐκ τούτου τὸ κύριον ἤγουν τὴν βασιλείαν· σύμβολον γάρ ἐστι τῆς βασιλείας τὸ σκῆπτρον.

220