De tropis (olim sub auctore Gregorio Corintho)
Tryphon II Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Κυριολογία μέν ἐστιν ἡ τῶν κατὰ φύσιν λέξεων τετευχυῖα φράσις· τότε γὰρ οἰκείως προφέροιτο ἄν τις, ὅταν μὴ παρατραπῇ τοῦ κυρίως λεγομένου, οἷον
πὺξ μὲν ἐνίκησα . . . . . Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα.
Τρόπος δέ ἐστι λέξεως φράσις ἐκ τῆς καθ᾽ ἑαυτὴν ὁπωσοῦν ἰδιότητος μετατροπὴν εἰληφυῖα, διὸ καὶ τρόπος καλεῖται, παρείληπται δὲ ἤτοι χρείας ἕνεκα ἢ κόσμου περὶ τὴν φράσιν.
Τρόποι δέ εἰσι κζ', ἀλληγορία, μεταφορά, κατάχρησις, μετάληψις, ὑπερβατόν, ἀναστροφή, συνεκδοχή, ὀνοματοποιΐα, μετωνυμία, περίφρασις, πλεονασμός, παραπλήρωμα, ἔλλειψις, ὑπερβολή, εἰρωνεία, σαρκασμός, ἤγουν χλεύη, ἀστεϊσμός, ἀντίφρασις, ἐναντίωσις, ἀντονομασία, ἀμφιβολία, σύλληψις, αἴνιγμα, ἐπαύξησις, ἐξοχή, ὑστερολογία καὶ σχῆμα.
Ἀλληγορία ἐστὶ φράσις ἕτερον μέν τι δηλοῦσα, ἑτέρου δὲ ἔννοιαν παριστῶσα, τότε δὲ καταχρῶνται
τὸ πῦρ ὅπερ ἀνέκαυσας, πολλὴν πρόσω κέχρηκε φλόγα· ἴσχε δὲ δρόμον μαργοῦντος ἵππου. ταῦτα γὰρ οὐ κυρίως εἴρηται· οὔτε γὰρ περὶ πυρός, οὔτε περὶ ἱπποδρομίας ἐστὶν ὁ λόγος, ἀλλ᾽ ὥσπερ αἰδούμενος ἐκδηλοῦν ἤλεγξε τὴν ὑπερβολὴν τῆς θρασύτητος.
Μεταφορά ἐστι λόγου μέρος μεταφερόμενον ἤτοι ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα· τῶν δὲ μεταφορῶν εἴδη ἐστὶ πέντε· αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἀπὸ ἐμψύχων εἰς ἄψυχα, αἱ δὲ τοὐναντίον ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, αἱ δὲ ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, αἱ δὲ ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, αἱ δὲ ἀπὸ πράξεως ἐπὶ πρᾶξιν. ἀπὸ μὲν ἐμψύχων ἐπὶ ἄψυχα, ὅταν ὁ ποιητὴς ἐπὶ τῶν δοράτων λέγῃ,
πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν,ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.τὸ γὰρ προθυμεῖσθαι ἐπὶ ἐμψύχων ἐστίν, ὅπερ τῷ δόρατι περιέθηκεν ἀψύχῳ ὄντι· τοῦτο δὲ εἴρηται κατ᾽ ἔμφασιν. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἔμψυχα, ὡς τὸ
ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως·τὸ γὰρ ἄσβεστον ἀπὸ ἀψύχου τοῦ πυρὸς μετηνέχθη ἐπὶ ἔμψυχον τὸν γέλωτα, καὶ τοῦτο κατ᾽ ἔμφασιν. ἀπὸ δὲ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον ποιμένα λαῶν τὸν βασιλέα τῶν ὄχλων· καὶ γὰρ ἀμφότερα ἐπὶ ἔμψυχα, ὡς γὰρ ὑποτέτακται τῷ ποιμένι τὰ ποίμνια, οὕτω τῷ βασιλεῖ οἱ ὄχλοι, ποιμὴν δὲ ὁ βασιλεύς· εἴρηται δὲ τοῦτο καθ᾽ ὁμοιότητα. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἄψυχα, ὡς ἐπὶ τοῦ
σπέρμα πυρὸς σώζων ἵνα μήποθεν ἄλλοθεν αὔοι.
ἤδη πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφαίνει.τὸ γὰρ ὑφαίνειν ἐπὶ τῶν ὑφασμάτων τάσσεται κυρίως, νῦν δὲ ἐπὶ τῆς κατασκευῆς τῆς βουλῆς εἴληπται.
Τῶν δὲ μεταφορῶν αἱ μέν εἰσιν ἐμφάσεων δηλωτικαὶ καὶ οὐ σώζουσαι τὴν ὁμοιότητα, αἱ δὲ ὁμοῦ καὶ τὴν ἔμφασιν.
Κατάχρησίς ἐστι μέρος λόγου κυρίως καὶ ἐτύμως κατονομασθέν, λεγόμενον ἐπί τινος ἑτέρου ἀκατονομάστου κατὰ τὸ οἰκεῖον, οἷον πυξίς, χαλκὶς καὶ τριήραρχος· καὶ ἡ μὲν πυξὶς κυρίως καὶ ἐτύμως ἐστὶν ἡ ἐκ ξύλου πύξου κατεσκευασμένη, καὶ τὰ μολίβδινα χαλκίδας προσαγορεύομεν, καὶ τριήραρχον οὐ μόνον τοὺς τριηρέων ἄρχοντας, ἀλλὰ καὶ πεντήρεων καὶ ἑξήρεων, καὶ τὸν ἀνδριάντα καὶ γυναικὸς λέγομεν, καὶ Ὅμηρος
νέκταρ ἐῳνοχόει·οὐ κατὰ τὸ οἰκεῖον, ἀλλ᾽ ἀκατονόμαστόν ἐστι.