De tropis (olim sub auctore Gregorio Corintho)
Tryphon II Grammaticus
Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Σαρκασμός ἐστι φράσις τοῖς ῥητοῖς λεγομένη τοὐναντίον μετὰ χλευασμοῦ, οἷον
νῦν μὲν δὴ μάλα πάγχυ Μελάνθιε νύκτα φυλάξεις εὐνῇ ἐνὶ μαλακῇ καταλέγμενος.
Ἀστεϊσμός ἐστι φράσις διὰ τῶν ἐναντίων τὸ κρεῖττον ἠθικῶς ἐμφαίνουσα, οἷον εἴ τις πλούσιος ὢν εἶναι πένης λέγοι, καὶ ὁ τεχνίτης ἄτεχνος, καὶ ἀγαθὸς φαῦλος. ἔνιοι δὲ τὸν ἀστεϊσμὸν ὡρίσαντο προσποίησιν εἶναι τῆς ἀληθείας.
Ἀντίφρασίς ἐστι φράσις τοῖς κρείττοσι τοῦ παρισταμένου τὴν κακίαν ὅσον ἐφ᾽ ἑαυτῇ περιστέλλουσα, οἷον ὅταν πτωχὸν πλούσιον καλῶμεν, τὴν χολὴν γλυκεῖαν· ἢ ἀντίφρασίς ἐστι λέξις τὸ ἐναντίον διὰ τοῦ ἐναντίου σημαίνουσα χωρὶς ὑποκρίσεως. τίθεται δὲ ἤτοι κατ᾽ εὐφημισμὸν ἢ κατ᾽ ἐναντίωσιν· κατ᾽ εὐφημισμὸν μέν, ὅταν τὴν ἄκανθαν βάτον λέγωμεν, ἧς οὐκ ἔστιν ἐπιβῆναι, καὶ τὴν χολὴν γλυκεῖαν· κατ᾽ ἐναντίωσιν δὲ
οὐδ᾽ ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεύς·ἀντὶ τοῦ ἠνιάθη.
Ἀντονομασία ἐστὶν ὄνομα ἐπιθετικόν, ὃ καὶ μόνον ἀντὶ κυρίου παραλαμβάνεται, οἷον
ὄφρ’ εἰδῇ Γλαυκῶπις, ὅταν ᾧ πατρὶ μάχηται,ἀντὶ τοῦ ἡ Ἀθηνᾶ· καὶ οὕτω γὰρ δηλοῖ
Γαιήοχε κυανοχαῖτα,ἀντὶ τοῦ ὦ Πόσειδον· ἢ ἀντονομασία ἐστὶ λέξις δι᾽ ἐπιθέτων ἢ διὰ συσσήμων ὄνομα ἴδιον ἢ προσηγορικὸν σημαίνουσα· δι᾽ ἐπιθέτων μέν, οἷον Ἀτρείδη κύδιστε, ἀντὶ τοῦ ὦ Ἀγάμεμνον· διὰ δὲ συσσήμων, οἷον
ἐρίγδουπος πόσις Ἥρης.καὶ
Λητοῦς καὶ Διὸς υἱός.