Index apostolorum discipulorumque Domini
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
εʹ. Φίλιππος δὲ ἀπόστολος ἐν Φρυγίᾳ κηρύξας τὸ εὐαγγέλιον θάπτεται ἐν Ἱεραπόλει μετὰ τῶν ζ θυγατέρων αὐτοῦ, ὧν Λουκᾶς ὁ εὐαγγελιστὴς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἀπεμνημόνευσεν.
ϛʹ. Βαρθολομαῖος ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμένοις εὐδαίμοσι κηρύξας τὸν Χριστὸν καὶ δεδωκὼς αὐτοῖς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, ἐκοιμήθη ἐν Κορβανοπόλει τῆς μεγάλης Ἀρμενίας.
ζʹ. Θωμᾶς δὲ ὁ ἀπόστολος Πάρθοις καὶ Μήδοις, καὶ Πέρσαις καὶ Γερμανοῖς καὶ Βάκτροις καὶ Μάγοις κηρύξας
τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, τελειοῦται ἐν πόλει τῆς Ἰνδίας Καλάμῃ τῇ λεγομένῃ.ηʹ. Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς τῇ ἑβραΐδι διαλέκτῳ τὸ εὐαγγέλιον παραδοὺς τῇ ἐν Ἱεροσολύμοις ἐκκλησίᾳ κηρύξας τὸν Χριστὸν τελειοῦται ἐν Ἱεραπόλει τῆς Συρίας.