Index apostolorum discipulorumque Domini
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
βʹ. Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ πᾶσαν τὴν παραλίαν τῆς Βιθυνίας τε καὶ Πόντου, Θρᾴκης τε καὶ Σκύθας διῆλθεν εὐαγγελιζόμενος τὸν κύριον. Μετέπειτα δὲ ἐπορεύθη ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἡ παρεμβολὴ Ἄψαρος καὶ ὁ Φᾶσις ποταμός, ἔνθα οἱ ἐσώτεροι Αἰθίωπες κατοικοῦσιν
Ἐτάφη ἐν Πάτραις τῆς Ἀχαΐας σταυρωθεὶς ὑπὸ Αἰγεάτου.γʹ. Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ, μεθ᾽ ὧν εὐαγγελιζόμενος τὸν Χριστὸν ἀναιρεῖται μαχαίρᾳ ὑπὸ Ἡρώδου τοῦ τετράρχου ἐν Καισαρείᾳ τῆς Παλαιστίνης.
δ'. Ἰωάννης ὁ τούτου ἀδελφός, ὃς καὶ τὸ εὐαγγέλιον γεγράφηκεν, ἐν τῇ Ἐφέσῳ κηρύξας τὸν Χριστὸν ὑπὸ Τραιανοῦ τοῦ βασιλέως εἰς Πάτμον τὴν νῆσον διὰ τὸν λόγον τοῦ Χριστοῦ ἐξορίζεται. Ἐκ ταύτης μετάρσιος γεγονώς, διὸ καὶ λόγος κεκράτηκεν σὺν τῷ Ἐνὼχ καὶ τῷ Ἠλίᾳ ἔτι ἐν σαρκὶ αὐτὸν ὑράρχειν.
[δʹ. Ἰωάννης ὁ τούτου ἀδελφὸς ἐτῶν ὑπέχων νʹ καὶ μηνῶν ζʹ εἰσελθὼν ἐν Ἐφέσῳ καὶ κηρύξας ἐν αὐτῇ τὸν
λόγον ἔτη ιθʹ, ἐξορίζεται ὑπὸ Τραιανοῦ τοῦ βασιλέως ἐν Πάτμῳ τῇ νήσῳ καὶ διατρίψας ἐν αὐτῇ ἔτη ιεʹ συνεγράψατο τὸ ἅγιον εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν καὶ πάλιν ὑποστρέψας ἐν Ἐφέσῳ καὶ ζήσας ἔτη κϛʹ διδάσκων, μετεστάθη ἐν κυρίῳ, ὑπάρχων ἐτῶν ρʹ καὶ μηνῶν ζ', ταφεὶς ὑπὸ τῶν μαθητῶν αὐτοῦ, καθὼς διηγεῖται ὁ ἀπόστολος Πρόχωρος ὁ καὶ τὴν περίοδον αὐτοῦ συγγραψάμενος.]