Index apostolorum discipulorumque Domini
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
θʹ. Ἰούδας δὲ ὁ Ἰακώβου ἐν πάσῃ τῇ Μεσοποταμίᾳ κηρύξας τὸν Χριστὸν τελειοῦται ἐν Ἐδέσσῃ καὶ ἐκεῖ θάπτεται.
ιʹ. Σίμων δὲ ὁ ἐπικληθεὶς Ἰούδας ἐν Ἐλευθεροπόλει καὶ ἀπὸ Γάζης ἕως. Αἰγύπτου κηρύξας τὸν Χριστὸν θάπτεται ἐν τῇ Ὀστρακίνῃ πόλει τῆς Αἰγύπτου σταυρωθεὶς ἐπὶ Τραιανοῦ τοῦ βασιλέως.
ιαʹ. Ματθίας δὲ ὁ συγκαταριθμηθεὶς τοῖς ἕνδεκα ἀποστόλοις ἀντὶ Ἰούδα ἐν τῇ πρώτῃ Αἰθιοπίᾳ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ καὶ ἐν Βρεττανίᾳ σταυρωθεὶς ὑπ᾽ αὐτῶν καὶ τελειωθεὶς θάπτεται ἐκεῖ.
ιβʹ. Σίμων δὲ ὁ ζηλωτὴς πᾶσαν τὴν Μαυριτανίαν καὶ τὴν τῶν Ἀφρῶν χώραν διελθὼν καὶ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ καὶ ἐν Βρεττανίᾳ σταυρωθεὶς ὑπ᾽ αὐτῶν καὶ τελειωθεὶς θάπτεται ἐκεῖ.
Ταῦτα ἡμῖν ὁ Δωρόθεος ἐξ Ἑλληνικῶν καὶ Ἑβραικῶν συνήγαγε καὶ παρέδωκε Ῥωμαϊκοῖς ὑπομνήμασιν, ἅπερ ἡμεῖς ὡς χρηστὰ καὶ εὐπαράδεκτα συναγαγόντες ἐμφανῆ πεποιήκαμεν, ὅπως τε ἡ ἔναρξις τῆς ἐπισκοπῆς Κωνσταντινουπόλεως γέγονεν, ἐξ οἵου τε γένους ὁ Μητροφάνης κατήγετο.
Εὕρομεν δὲ ταῦτα ἑν τοῖς ἱστορικοῖς συγγράμμασι τοῦ λεχθέντος θείου ἀνδρὸς Δωροθέου, ὅτι ὁ Σίμων ὁ Κυρηναῖος ἐσταυρώθη ὑπὲρ τοῦ Χριστοῦ,
[Περὶ τοῦ προφήτου Ἱερεμίου καὶ τῆς αἰχμαλωσίας Ἱερουσαλήμ]
καὶ ὅτιπερ ὁ Ἱερεμίας ἱερεὺς ὤν καὶ προφήτης θείῳ
πνεύματι προθεωρήσας καὶ τὴν τῆς Ἱερουσαλὴμ αἰχμαλωσίαν μετὰ τὴν τελευτὴν Ἰωσίου τοῦ βασιλέως Ἰουδαίας.[Περὶ τῆς κιβωτοῦ καὶ τῶν ἐν αὐτῇ ἁγίων.]
Ἄρας τὴν σκηνὴν τὴν Μωσαϊκὴν καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ πάντα τὰ ἅγια ἐν αὐτῇ καὶ πάντα τὰ σκεύη, ἃ Μωϋσῆς κατεσκεύασεν, ἐλθὼν εἰς τὸ ὄρος Ναβαίου, ἔνθα ὁ Μωϋσῆς αὐτὸς ἐτάφη, εὗρε σπήλαιον κἀκεῖ πάντα ἀπέθετο, καὶ ηὔξατο εὐχήν, ὥστε μὴ φανερωθῆναι αὐτὰ ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ ἔκτοτε ὁ τόπος ἀγνώριστος ἐγένετο καὶ αὐτοῖς τοῖς ἱερεῦσιν ἅμα τῷ Ἱερεμίᾳ ἀποθεμένοις αὐτά.
[Περὶ τῆς θυγατρὸς τῆς Ἡρωδιάδος.]
Ἐπὶ ὑπατείας Γάλβον καὶ Σύλλα, ἐπὶ τούτων τῶν ὑπάτων ἀπὸ κρύους παγωθείσης τῆς λίμνης Γεννησαρὲτ ἡ θυγάτηρ τῆς Ἡρωδιάδος κατὰ τέρψιν ἐπὶ τοῦ πάγους ἀπέβαινε. Τοῦ δὲ πάγους διαθρυβέντος τὸ σῶμα αὐτῆς κατεπόθη ὑπὸ
τοῦ ὕδατος, ἡ δὲ κεφαλὴ αὐτῆς ἐκκοπεῖσα ὑπὸ τοῦ πάγους ἄνωθεν ἔμεινεν. Ἡ δὲ Ἡρωδιὰς ἐπὶ τῶν γονάτων αὐτῆς ἀπεθεμένη τὴν κεφαλὴν τῆς θυγατρὸς κλαίουσα ὡμολόγει, ὅτι διὰ τοῦ αἰτήσασθαι αὐτὴν τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ τοῦτο ὑπέμεινεν.Καὶ Ἡρώδης δὲ κατὰ ταύτην βασιλεὺς τῶν Ἰουδαίων τετραρχήσας ἀπέθανε σκωληκόβρωτος γενόμενος. κληρονόμησε δὲ τὸν Ἡρώδην ὁ Πιλάτος, καθότι κατ᾽ ὀφθαλμοὺς Ἡρώδου καὶ οἱ τέσσαρες υἱοὶ αὐτοῦ καὶ αὕτη ἡ Ἡρωδιάς, ἐξ ἧς ἔσχεν αὐτούς, σκωληκόβρωτοι γενόμενοι ἐξέψυξαν.
[Ἀλλὰ καὶ ὁ Ἡρώδης σκωληκόβρωτος περὶ τὰ αἰδοῖα καὶ ὅλου τοῦ σώματος γενόμενος κακινκάκως τὴν ψυχὴν ἀπέῤῥηξεν. Ὁ δὲ Πιλάτος καθότι κατ᾽ ὀφθαλμοὺς ἰδὼν τοῦ Ἡρώδου καὶ τοὺς τέσσαρας υἱοὺς αὐτοῦ σκωληκοβρώτους γενομένους καὶ ἀποψύξαντας ἔλαβε πάντα τὰ αὐτοῦ καὶ ἐκληρονόμησεν αὐτόν, ἀλλὰ καὶ αὕτη ἡ μοιχαλὶς Ἡρωδιὰς ἅμα τοῖς τέσσαρσιν υἱοῖς αὐτῆς καὶ τῷ Ἡρώδῃ σκωληκόβρωτος γενομένη τὴν ἰδίαν ψυχὴν ἀπέῤῥηξεν.]
Προκόπιος τοίνυν τις τοῦ πρεσβυτερίου ἠξιωμένος βίῳ τε καὶ λόγῳ εὐσεβείας διαπρέψας καὶ πάσῃ τῇ περὶ τὰς γραφὰς ἐμμελείᾳ τε καὶ ἐμπειρίᾳ ἀεὶ ἐνασκηθεὶς καὶ ἐντετυχηκὼς ταῖς ἱστορικαῖς συγγραφαῖς τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἐπισκόπου καὶ μάρτυρος Δωροθέου, ταῦτα πάντα ἡμῖν ἐγκοπεῖσα
ἐγγράφως καταλέλοιπεν. Χάρις τοίνυν αὐτοῦ τοῖς πόνοις καὶ τῇ ἀθανάτῳ μνήμῃ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.