De prophetarum vita et obitu (recensio anonyma)

Vitae Prophetarum

Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.

θʹ. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ ἀγροῦ Βηθαχαράμ. Οὗτος ἦν μαθητὴς Ἠλία καὶ πολλὰ ὑπομείνας δι᾽ αὐτὸν περιεσώζετο. Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος

9.col.a. οὗ ἐφείσατο Ἠλίας καὶ κατέβη πρὸς Ὀχοζίαν. Μετὰ ταῦτα ἀπολιπὼν τὴν λειτουργίαν τοῦ βασιλέως προεφήτευσε καὶ ἀπέθανε ταφεὶς μετὰ τῶν πατέρων αὐτοῦ.

9.col.b. τοῦ Ἀχαὰβ δεηθεὶς τοῦ Ἠλία ἐγένετο αὐτοῦ μαθητὴς καὶ πολλὰ παθὼν δι᾽ αὐτὸν καὶ καταλιπὼν τὴν λειτουργίαν τοῦ βασιλέως ἠκολούθει τῷ Ἠλίᾳ καὶ προεφήτευσε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.

ι´. Ἰωνᾶς ἦν ἐκ γῆς Καριαθμοῦς πλησίον πόλεως Ἐλλήνων Ἀζώτου κατὰ θάλασσαν.

10.col.a. Καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους καὶ ἀπελθὼν ἐν Νινευῇ ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε τὴν Σοὺρ χώραν ἀλλοφύλων ἐθνῶν· ἔλεγε γάρ, ὅτι οὕτως ἀφελῶ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ ινευῆ τῆς μεγάλης πόλεως. Ἦν τότε Ἠλίας ἐλέγχων τὸν οἶκον Ἀχαὰβ καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν ἔφυγεν. Καὶ ἐλθὼν εὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς· οὐ γὰρ ἠδύνατο μένειν μετὰ ἀπεριτμήτων· καὶ εὐλόγησεν αὐτήν. Καὶ θανόντα τὸν υἱὸν αὐτῆς πάλιν ἤγειρεν ἐκ νεκρῶν ὁ θεὸς διὰ τοῦ Ἠλία· ἠθέλησε  γὰρ δεῖξαι
αὐτῷ, ὅτι οὐ δύναται ἀποδρᾶσαι θεόν. Καὶ ἀναστὰς μετὰ τὸν λιμὸν ἦλθεν ἐν γῇ Ἰούδα. Καὶ ἀποθανοῦσαν τὴν μητέρα αὐτοῦ κατὰ τὴν ὁδὸν ἔθαψεν αὐτὴν ἐχόμενα τῆς βαλάνου Δεββώρας. Καὶ κατοικήσας ἐν γῇ Σαραὰρ ἀπέθανε καὶ ἐτάφη ἐν σπηλαίῳ Κενεζέου κριτοῦ γενομένου μιᾶς φυλῆς ἐν ἡμέραις τῆς ἀναρχίας. Καὶ ἔδωκε τέρας ἐπὶ Ἱερουσαλὴμ καὶ ὅλην τὴν γῆν, ὅτε ἴδωσι λίθον βοῶντα οἰκτρῶς, ἐγγίζειν τὸ τέλος. Καὶ ὅτε ἴδωσιν ἐν Ἱερουσαλὴμ πάντα τὰ ἔθνη, ὅτι ἡ πόλις ἕως ἐδάφους ἠφάνισται ὅλη.

10.col.b. Ἦν τότε Ἠλίας ὁ προφήτης ἐλέγχων τὸν Ἀχαὰβ βασιλέα Σαμαρείας· καὶ ἐκάλεσε λιμὸν μέγαν ἐπὶ τῆς γῆς· ἔφυγεν ἐν τῇ ἐρήμῳ καὶ ἐτρέφετο ἐκ τῶν κοράκων τῆς ἐρήμου, καὶ ἔπιεν ὕδωρ ἐκ τοῦ χειμάῤῥου καὶ ὡς ἐξηράνθη ὁ χειμάῤῥους ἐπείνασεν ὁ προφήτης καὶ ἦλθεν εἰς Σαρεφθᾶ καὶ εὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς Ἰωνᾶν καὶ εὐλόγησεν αὐτὴν σίτῳ καὶ ἐλαίῳ καὶ ἔμεινεν μετ᾽ αὐτοῦ. Οὐ γὰρ ἠδύνατο μένειν μετὰ ἀπεριτμήτων· καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν πάλιν ἤγειρεν αὐτὸν ὁ θεὸς ἐκ νεκρῶν διὰ τοῦ Ἠλία. Καὶ ἀπέδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ διὰ
τὴν φιλοξενίαν αὐτῆς. Καὶ γενόμενος υἱὸς Ἰωνᾶς μέγας ἐπέμφθη ὑπὸ κυρίου εἰς νευῒ τὴν πόλιν Ἀσσυρίων. Καὶ ἐζήτησεν Ἰωνᾶς ἀποδρᾶσαι κυρίου, καὶ κατεπόθη ὑπὸ τοῦ κήτους καὶ ἐκβρασθεὶς ἐκήρυξε τὴν ἀπώλειαν Νινευΐ, καὶ μετενόησαν οἱ ἄνδρες οἱ Νινευΐται καὶ ἠλεήθησαν. Καὶ ἐλυπήθη Ἰωνᾶς καὶ ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτῶν, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε τὴν Σοὺρ χώραν ἀλλοφύλων. Ἔλεγε γὰρ ὅτι· οὕτως ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῒ τῆς μεγάλης πόλεως Ἀσσυρίων, ἠθέλησε γὰρ ὁ θεὸς δεῖξαι
αὐτῷ ,ὅτι οὐ δύναται ἀποδρᾶσαι θεόν. Καὶ κατοικήσας ἐν γῇ Σαὰρ· ἐκεῖ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τοῦ Κενεζίου τοῦ κριτοῦ Οὗτός ἐστιν Ἰωνᾶς ὁ γενόμενος εἰς τύπον τῆς τοῦ κυρίου ἀναστάσεως καὶ ἔδωκε τέρας ἐπὶ Ἰσραὴλ λέγων, ὅτι· ὅτε ἴδωσιν ἐπὶ Ἱερουσαλὴμ πολλὰ ἔθνη, ὅτι ἡ πόλις ἕως ἐδάφους ἀφανισθήσεται.

ιαʹ. Ναοὺμ ἀπὸ Ἐλκεσὶ πέραν τοῦ Ἰσβηγαβαρὶν φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τῇ Νινευῒ τέρας ἔδωκεν, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ὑπογείου ἀπολεῖται, ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν σεισμῷ καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθὸν τὸ ὑψηλότερον αὐτῆς μέρος ἐνέπρησεν. Ἀπέθανε δὲ ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.