De prophetarum vita et obitu (recensio anonyma)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
ϛʹ. Μιχαίας ὁ Μωραθὶ ἦν ἐκ φυλῆς Ἐφραΐμ. Πολλὰ ποιήσας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ. Καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος σύνεγγυς πολυανδρίου Ἐνακείμ.
ζʹ. Ἀμὼς ἦν ἐκ Θεκουέ. Καὶ Ἀμασίας πυκνῶς αὐτὸν τυμπανίσας τέλος, καὶ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς αὐτοῦ ἐν ῥοπάλῳ πλήξας αὐτοῦ τὸν κρόταφον· καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ μεθ᾽ ἡμέρας ἀπέθανε καὶ ἐτάφη ἐκεῖ.
ηʹ. Ἰωὴλ ἦν ἐκ τῆς γῆς τοῦ Ῥουβὴν ἐν ἀγρῷ Βεθωμόρων, [προφητεύσας περὶ λιμοῦ καὶ ἐκθλίψεως θυσιῶν καὶ πάθους προφήτου δικαίου καὶ δι᾽ αὐτοῦ ἀνακαινισθήσεθαι τὴν κτίσιν εἰς σωτηρίαν]. Ἐν εἰρήνῃ ἀπέθανε καὶ ἐτάφη ἐκεῖ.