De prophetarum vita et obitu (recensio anonyma)

Vitae Prophetarum

Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.

ιβʹ. Ἀμβακοὺμ ἐκ φυλῆς ἦν Συμεὼν ἐξ ἀγροῦ Βηθζουχάρ.

Οὗτος εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως ερουσαλὴμ καὶ ἐπένθησε σφόδρα. Καὶ ὅτε ἦλθε αβουχοδονόσορ ἐν Ἱερουσαλήμ, ἔφυγεν εἰς Ὀστρακίνην καὶ παρῴκησεν ἐν γῇ Ἰσμαήλ. Ὡς δὲ ἐπέστρεψαν οἱ Χαλδαῖοι καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ εἰς Αἴγυπτον, ἦν παροικῶν τὴν γῆν αὐτοῦ καὶ ἐλειτούργει θερισταῖς τοῦ ἀγροῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα, προεφήτευσε τοῖς ἰδίοις εἰπών· πορεύομαι εἰς γῆν μακρὰν καὶ ταχέως ἐλεύσομαι. Εἰ δὲ βραδύνω, ἀπενέγκατε τοῖς θερισταῖς. Καὶ γενόμενος ἐν Βαβυλῶνι καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι καὶ οὐδενὶ εἶπε τὸ γενόμενον· συνῆκε δὲ ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ὑπὸ Βαβυλῶνος. Καὶ πρὸ δύο ἐτῶν ἀποθνήσκει τῆς ἐπιστροφῆς. Καὶ ἐτάφη ἐν ἀγρῷ ἰδίῳ μόνος.

Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ ναοῦ. Καὶ περὶ συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενήσεται.

Τότε ἅπλωμά φησι τοῦ Δαβὴρ εἰς μικρὰ ῥαγήσεται, καὶ τὰ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσονται καὶ οὐδεὶς γνώσεται ποῦ ἔσονται· αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλων, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου. Καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει κύριος, ὅτι φωτίσουσι τοὺς διωκομένους ὑπὸ τοῦ ὄφεως ἐν σκότει ὡς ἐξ ἀρχῆς. [Καὶ διασώσει αὐτοὺς κύριος ἐκ σκότους καὶ σκιᾶς θανάτου· καὶ ἔσονται ἐν σκηνῇ ἁγίᾳ. Οὗτος ὁ προφήτης περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ πολλὰ προεφήτευσε. Καὶ πρὸ δύο ἐτῶν τῆς ἐπιστροφῆς τοῦ λαοῦ τῆς ἀπὸ Βαβυλῶνος ἐτελεύτησε καὶ ἐτάφη ἐν τῷ ἰδίῳ ἀγρῷ μονώτατος ἐνδόξως.]

ιγʹ. Σοφονίας ἐκ φυλῆς ἦν Συμεὼν ἀγροῦ Σαβαραθά· προεφήτευσε περὶ τῆς πόλεως καὶ περὶ τέλους ἐθνῶν καὶ αἰσχύνης ἀσεβῶν· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.

ιδʹ. Ἀγγαῖος ὁ καὶ ἄγγελος, τάχα νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ.

Καὶ θανὼν ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως· ὡς αὐτοί.