De prophetarum vita et obitu (recensio anonyma)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
ιηʹ.18.col.a. Ἀχία ἀπὸ Σηλώμ, ὅπου ἦν ἡ σκηνὴ τὸ παλαιὸν ἐκ πόλεως Ἠλί. Οὗτος εἶπε περὶ Σολομών, ὅτι προσκρούσει
κυρίῳ· καὶ ἤλεγξε τὸν Ἱεροβοάμ, ὅτι δόλῳ πορεύσεται μετὰ κυρίου· εἶδε ζεῦγος βοῶν πατοῦν τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχον· προεῖπε καὶ τῷ Σολομῶντι, ὅτι αἱ γυναῖκες αὐτὸν ἐκστήσουσι καὶ πᾶν τὸ γένος αὐτοῦ· καὶ ἀπέθανε καὶ ἐτάφη σύνεγγυς τῆς δρυὸς Σηλώμ.18.col.b. Σηλὼμ ὁ καὶ Ἠλεί, ἔνθα ἦν καὶ ἡ σκηνὴ τὸ πάλαι. Σηλὼμ δὲ ἐκαλεῖτο ὁ Ἠλεί· ἐν ἀρχῇ τῆς ἱερωσύνης
προεφήτευσε περὶ Σολομῶντος, ὅτι προσκρούσει διὰ τὰς γυναῖκας· ὅτι γυναῖκες ἐκστήσουσι καὶ διαστρέψουσιν αὐτὸν ἀπὸ κυρίου καὶ ἅπαν τὸ γένος αὐτοῦ· καὶ περὶ τοῦ Ἱεροβοὰμ εἶπεν, ὅτι δόλῳ πορεύσεται μετὰ κυρίου καὶ μετὰ Ἰσραήλ· εἶδε ζεῦγος βοῶν θηλείων καταπατοῦν τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχον· καὶ ὅτι παραβήσεται Σολομὼν τὸν νόμον τοῦ ὑψίστου· ταῦτα προεῖπεν Ἠλεὶ πρὸς τοὺς υἱοὺς αὐτοὺς ἱερατεῦσαι. Καὶ οὗτος ὁ προφήτης αὐτὸς ἀπέθανεν ἐν γήρει βαθυτάτῳ οὐκ ἀγαθῶς.ιθʹ. Ἰωὰδ ἐκ τῆς Σαμαρείμ. Οὗτός ἐστιν, ὃν ἐπάταξεν ὁ λέων καὶ ἀπέθανεν, ὅτε ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπι ταῖς δαμάλεσι· καὶ ἐτάφη ἐν Βεθὴλ σύνεγγυς τοῦ ψευδοπροφήτου τοῦ πλανήσαντος αὐτόν.
κʹ. Ἀζαρίας ἐκ γῆς Συβαθά, ὃς ἐπέστρεψεν ἐξ Ἰσραὴλ τὴν αἰχμαλωσίαν Ἰούδα· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.