De prophetarum vita et obitu (recensio anonyma)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
καʹ. Ἠλίας Θεσβίτης ἐκ γῆς Ἀράβων, φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ, ὅτι ἡ Θέσβις δόμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε εἶχε τεχθῆναι, εἶδε Σοβαχὰ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄνδρες λευκοφανεῖς αὐτὸν προσηγόρευον, καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν, καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν καὶ ἐλθὼν ἀνήγγειλεν ἐν Ἱερουσαλὴμ καὶ εἶπεν αὐτῷ ὁ χρησμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις καὶ κρινεῖ τὸν Ἰσραήλ.
Τὰ δὲ σημεῖα ἃ ἐποίησεν, εἰσὶ ταῦτα· ηὔξατο Ἠλίας καὶ οὐκ ἔβρεξεν ἐπὶ ἔτη τρία καὶ πάλιν ηὔξατο μετὰ τρία ἔτη καὶ γέγονε πολὺς ὑετός· ἐν Σαρεφθοῖς τῆς Σιδωνίας ἐποίησε διὰ ῥήματος κυρίου τὴν ὑδρίαν τῆς χήρας μὴ ἐκλεῖψαι καὶ τὴν καψάκην τοῦ ἐλαίου μὴ ἐλαττωθῆναι· τὸν υἱὸν αὐτῆς ἀποθανόντα ἤγειρεν ὁ θεὸς ἐκ νεκρῶν εὐξαμένου αὐτοῦ. Προβλήματος γενομένου παρ᾽ αὐτοῦ καὶ τῶν προφητῶν τοῦ Βάαλ, τίς ἂν εἴη ὁ ἀληθινὸς καὶ ὄντως θεός, ᾕρησε γενέσθαι θυσίαν παρά τε αὐτοῦ κἀκείνων καὶ μὴ ὑποθεῖναι πῦρ, ἀλλ᾽ ἕκαστον εὔξασθαι καὶ τὸν ἐπακούοντα αὐτὸν εἶναι θεόν. Οἱ μὲν οὖν τοῦ Βάαλ ηὔχοντο καὶ κατετέμνοντο ἕως ὥρας ἐνάτης καὶ οὐδεὶς αὐτοῖς ἐπήκουεν· ὁ δὲ Ἠλίας καὶ ὕδατος πολλοῦ πληρώσας τὸν τόπον, ἔνθα καὶ εὐθὺς ἐπέπεσε πῦρ καὶ ἀνήἦν τὴν θυσίαν, καὶ τὸ ὕδωρ ἐξέλειπεν· καὶ πάντες τὸν μὲν θεὸν εὐλόγησαν, τοὺς δὲ τοῦ Βάαλ ἀνεῖλον ὄντας τετρακοσίους πεντήκοντα. Τῷ βασιλεῖ Ὀζίᾳ ἀποστείλαντι μαντεύσασθαι παρὰ εἰδώλων προεφήτευσε θάνατον καὶ ἀπέθανεν.Δύο πεντηκοντάρχων ἀποσταλέντων ἐπ᾽ αὐτὸν παρὰ χοζίου τοῦ βασιλέως Ἰσραὴλ ἐπεκαλέσατο τὸν κύριον καὶ πῦρ ἀπ᾽ οὐρανοῦ κατέβη κἀκείνους ἀνήλωσε τὸ πῦρ ἐκ προστάγματος κυρίου.
Κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ, δείλης δὲ κρέα· τῇ μηλωτῇ ἐπάταξε τὸν Ἰορδάνην καὶ διῃρέθη καὶ διέβησαν ξηρῷ τῷ ποδὶ, αὐτός τε καὶ Ἐλισαῖος· τὸ τελευταῖον ἀνελήφθη ἄρματι πυρός.
κβʹ. Ἐλισαῖος ἦν ἐξ Ἀβελμαοὺλ γῆς τοῦ Ῥουβήν· καὶ ἐπὶ τούτου γέγονε τέρας, ὅτι, ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις ἡ δάμαλις ἡ χρυσῆ ὀξὺν ἐβόησεν, ὥστε ἀκουσθῆναι εἰς ερουσαλήμ· καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη Ἰσραήλ, ὅς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτά· καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ.
Τὰ δὲ σημεῖα, ἃ ἐποίησεν, εἰσὶ ταῦτα· ἐπάταξε καὶ αὐτὸς τὸν Ἰορδάνην τῇ μηλωτῇ τῇ Ἠλίου καὶ διῃρέθη τὸ ὕδωρ καὶ διέβη καὶ αὐτὸς ξηρῷ τῷ ποδί· τὰ ὕδατα ἐν Ἰεριχὼ πονηρὰ ἦν καὶ ἄγονα· καὶ ἀκούσας παρὰ τῶν τῆς πόλεως ἐπεκαλέσατο τὸν θεὸν καὶ εἶπεν· ἴαμαι τὰ ὕδατα ταῦτα καὶ οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη· καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης. Παίδων ἀτακούντων κατ᾽ αὐτοῦ κατηράσατο ἐν αὐτοῖς καὶ ἐξέλθουσαι δύο ἄρκοι ἐνέῤῥηξαν ἐξ αὐτῶν μβʹ. Γυνὴ προφήτου τελευτήσαντος ὀχλουμένη ὑπὸ δανιστῶν καὶ μὴ ἔχουσα ἀποδοῦναι προσῆλθε τῷ Ἐλισαίῳ, καὶ ἐνετείλατο αὐτῇ συναγαγεῖν ἀγγεῖα καινά, ὅσα δύναται, καὶ τὸ ἔχον ὀλίγιστον ἔλαιον ἐκκενοῦν εἰς αὐτά, ἕως ἀποσχῇ τὰ ἀγγεῖα· καὶ τοῦτο ποιήσασα ἐπλήρωσε τὰ ἀγγεῖα καὶ ἀποδέδωκε τοῖς δανισταῖς καὶ τὸ περισσεῦον ἔσχεν εἰς διατροφὴν τῶν παιδίων. Εἰς Σουμὰν
ἀπελθὼν ἔμεινε παρά τινι γυναικὶ καὶ μὴ ποιοῦσαν αὐτὴν παιδίον, ἐπιθυμοῦσαν δὲ σχεῖν εὐξάμενος πεποίηκε συλλαβεῖν καὶ τεκεῖν· εἶτα ἀποθανόντα τὸν παῖδα εὐξάμενος πάλιν ἤγειρεν ἐκ νεκρῶν. Εἰς Γάλγαλα ἐλθὼν κατήχθη παρὰ τοῖς υἱοῖς τῶν προφητῶν καὶ ἑψεθέντος προσφαγίου καὶ θανατικῆς βοτάνης συνεψεθείσης τῷ προσφαγίῳ καὶ παρ᾽ ὀλίγον κινδυνευόντων πάντων πεποίηκεν ἀβλαβὲς καὶ ἡδὺ τὸ βρῶμα· τῶν υἱῶν τῶν προφητῶν κοπτόντων ξύλα παρὰ τὸν ορδάνην ἐξέπεσε τὸ δρέπανον καὶ κατεποντίσθη· ὁ δὲ Eλσσαῖος εὐχόμενος πεποίηκεν ἐπιπολάσαι τὸ δρέπανον. Ναιμᾶν ὁ Σύρος δι᾽ αὐτοῦ ἐκαθερίσθη ἀπὸ τῆς λέπρας. Τὸν παῖδα αὐτοῦ Ἐλισαῖος λεγόμενον Γιεζεί, ἀπελθόντα κρύφα παρὰ γνώμην αὐτοῦ πρὸς Ναιμᾶν καὶ αἰτήσαντα ἀργύριον, ὕστερον ἐλθόντα καὶ ἀρνούμενον ἤλεγξε καὶ κατηράσατο αὐτὸν καὶ γέγονε λεπρός. Βασιλέως Συρίας πολεμοῦντος τὸν Ἰσραὴλ ἠσφαλίζετο τὸν βασιλέα Ἰσραὴλ ἀπαγγέλλων αὐτῷ τὰς σκέψεις τοῦ ἐχθροῦ· τοῦτο μαθὼν ὁ βασιλεὺς Συρίας πέμπει δύναμιν ἀγαγεῖν τὸν προφήτην· ὁ δὲ εὐξάμενος πεποίηκεν αὐτοὺς καταχθῆναι ἀορασίᾳ καὶ ἀπήγαγεν εἰς Σαμαρείαν παρὰ τοὺς ἐχθρούς, ἀβλαβεῖς τε αὐτοὺς φυλάξας διέσωσε καὶ ἔθρεψεν· τοῦτο μαθὼν ὁ βασιλεὺς Συρίας ἐπαύσατο τοῦ πολεμεῖν. Μετὰ θάνατον Ἐλισαίου ἀποθανών τις καὶ θαπτόμενος ἐῤῥίφη ἐπὶ τὰ ὀστᾶ αὐτοῦ καὶ μόνον ὡς ἥψατο τῶν ὀστέων τοῦ Ἐλισαίου, ὁ νεκρὸς εὐθὺς ἀνέζησεν.κγʹ. Ζαχαρίας ἐξ Ἱερουσαλὴμ υἱὸς Ἰωδαὲ τοῦ ἱερέως, ὃν ἀπέκτεινεν Ἰωὰς ὁ βασιλεὺς Ἰούδα ἐχόμενα τοῦ θυσιαστηρίου·
καὶ ἐξέχεεν τὸ αἷμα αὐτοῦ ὁ οἶκος Δαυὶδ ἀνὰ μέσον ἐπὶ τοῦ ·Αἰλάμ· καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν αὐτὸν μετὰ τοῦ πατρὸς αὐτοῦ· ἔκτοτε ἐγένοντο τέρατα ἐν τῷ ναῷ φαντασίας καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν ὀπτασίαν ἀγγέλων θεοῦ οὔτε δοῦναι χρησμοὺς ἐκ τοῦ Δαβεὶρ οὔτε ἐρωτῆσαι ἐν τῷ Ἐφοὺδ οὔτε διὰ δήλων ἀποκριθῆναι τῷ λαῷ ὡς τὸ πρίν.[(Ἰαδὼκ). Ἄνθρωπος τοῦ θεοῦ ὁ ἐλθὼν ἐκ γῆς Ἰούδα εἰς Ἱερουσαλὴμ πρὸς Ἱεροβοὰμ Ἰαδὼκ ἐκαλεῖτο. Οὗτος προεφήτευσε περὶ Ἰωσία τοῦ βασιλέως Ἰούδα, ὅτι τὰ ὀστᾶ τῶν ἱερέων τοῦ Βαὰλ κατακαύσει ἐπὶ τοῦ θυσιαστηρίου, ἔνθα Ἱεροβοὰμ ἔθυε τῷ Βαάλ. Καὶ προφητεύοντος αὐτοῦ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ συλλαβεῖν αὐτόν, καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ βασιλέως παραυτίκα.
Σίμων ὁ υἱὸς τοῦ Κλωπᾶ, ὁ ἀνέψιος τοῦ κυρίου· συκοφαντηθεὶς ὑπὸ τῶν αἱρέσεων κατηγορήθη ἐπὶ Ἀττικοῦ ὑπατικοῦ. Καὶ ἐπὶ πολλὰς ἡμέρας αἰκιζόμενος ἐμαρτύρησεν,
ὡς πάντας ὑπερθαυμάσαι καὶ τὸν ὑπατικόν, πῶς ρκʹ ἐτῶν τυγχάνων ὑπέμεινε τὰς αἰκίας· καὶ ἐκέλευσεν αὐτὸν σταυρωθῆναι.]Καὶ ἄλλοι προφῆται ἐγένοντο κρυπτοί, ὧν τὰ ὀνόματα ἐμφέρονται ἐν ταῖς γενεαλογίαις αὐτῶν ἐπὶ βίβλων ὀνομάτων Ἰσραήλ· ἐγράφοντο γὰρ πᾶν τὸ γένος Ἰσραὴλ κατ᾽ ὄνομα [τῶν προφητῶν καὶ ὁσίων ἀνδρῶν καὶ ὁ θάνατος αὐτῶν καὶ τὰ ἀξιώματα αὐτῶν καὶ πότε ἀπέθνησκον· καὶ ἦν εἰς μνημόσυνον τῶν ἱερέων καὶ βασιλέων καὶ προφητῶν καὶ τῶν μεγιστάνων καὶ ὁσίων ἀνδρῶν]. Καὶ ταῦτα μὲν μέχρι τούτων.