De prophetarum vita et obitu (recensio anonyma)

Vitae Prophetarum

Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.

ιεʹ. Ζαχαρίας ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκὼς κἀκεῖ πολλὰ τῷ λαῷ προεφήτευσε· καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱὸν καὶ ἐν ερουσαλὴμ ἱερατεύσει. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐφ᾽ υἱῷ ηὐλόγησε καὶ ὄνομα Ζοροβάβελ ἐπέθηκε· καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν, ἣν ποιήσει ἐπὶ Ἱερουσαλὴμ καὶ εὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς προφητείας εἶδεν ἐν Ἱερουσαλὴμ καὶ περὶ τέλους ἐθνῶν καὶ Ἰσραὴλ καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων, καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο· καὶ ἀπέθανεν ἐν γήρει μακρῷ καὶ ἐκλειπὼν ἐτάφη σύνεγγυς Ἀγγαίου. [Ἀλληλούϊα Ἀγγαίου καὶ Ζαχαρίου εἶπεν ὁ πνευματικὸς προφήτης Δαυὶδ ἐν τοῖς τελευταίοις ψαλμοῖς· τουτ, αἰνεῖτε τὸν θεὸν ἐν ψαλμοῖς καὶ χοροῖς περὶ τῆς ἐπανόδου ἀπὸ Βαβυλῶνος.] 

ιϛʹ. Μαλαχίας. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σωφᾷ καὶ ἔτι πάνυ νέος καλὸν βίον ἔσχηκε. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πρᾷον, ἐκάλεσεν αὐτὸν Μαλαχί, ὃ ἑρμηνεύεται ἄγγελος· ἦν γὰρ καὶ τῷ ἰδεῖν εὐπρεπής. Ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος θεοῦ ἐπεδευτέρωσεν, ὡς ἐγένετο ἐν ἡμέραις ἀναρχίας ὡς γέγραπται ἐν Σφαρφωτίμ, τουτέστιν ἐν βίβλῳ κριτῶν. Καὶ ἔτι νέος προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν ἀγρῷ αὐτοῦ.

ιζʹ.17.col.a. Ναθὰν προφήτης Δαυὶδ ἦν ἐκ Γαβᾶ καὶ αὐτὸς ἦν ὁ διδάξας αὐτὸν νόμον κυρίου καὶ εἶδεν, ὅτι Δαυὶδ ἐν τῇ Βηρσαβεὲ παραβήσεται καὶ

σπεύδοντα ἐλθεῖν ἀγγεῖλαι αὐτῷ ἐνεπόδισεν ὁ Βελίαρ, ὅτι κατὰ τὴν ὁδὸν εὗρε νεκρὸνκείμενονγυμνὸνἐέσφαγμένον· καὶ ἐπέμεινεν ἐκεῖ καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησε τὴν ἁμαρτίαν. Καὶ ὑπέστρεψε πενθῶν καὶ ὡς ἀνεῖλε τὸν ἄνδρα αὐτῆς, ἔπεμψε κύριος ἐλέγξαι αὐτόν· καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανε καὶ ἐτάφη εἰς τὴν γῆν αὐτοῦ.

17.col.b. Ναθὰν ὁ προφήτης τοῦ Δαυὶδ ἐκ φυλῆς ἱερωσύνης ἦν. Ἐγεννήθη δὲ ἐν Γαβαῷ καὶ αὐτὸς ἐδίδαξε τὸν Δαυὶδ νόμον κυρίου· καὶ γνοὺς ὅτι

ἐν Βηρσαβεὲ παραβήσεται ὁ Δαυίδ, ἔσπευσε τοῦ ἐλθεῖν καὶ ἀναγγεῖλαι αὐτῷ, ὥστε φυλάξασθαι ἀπὸ τῆς ἀνομίας. Καὶ ἐνεπόδισεν αὐτὸν ὁ Βελίαρ. Ἐρχόμενος γὰρ εἰς Ἱερουσαλὴμ εὗρε νεκρὸν ἐσφαγμένον παρεσκευασμένον γυμνὸν καὶ ἀποδυσάμενος τὴν στολὴν καὶ περιβαλὼν αὐτῷ ἐπέμεινεν ἐκεῖ θέλων θάψαι τὸν νεκρόν· καὶ μὴ φθάσας ἐλθεῖν πρὸς Δαυὶδ τῇ νυκτὶ ἐκείνῃ, ἐποίησε τὴν ἀνομίαν. Καὶ γνοὺς τῷ πνεύματι ὁ ὅσιος, ὑπέστρεψε πενθῶν πάσας τὰς ἡμέρας, καὶ ὅτε ἀνεῖλε τὸν ἄνδρα αὐτῆς, ἀπέστειλεν αὐτὸν ὁ θεὸς ἐλέγξαι τὸν Δαυίδ, ἐπειδὴ γὰρ ἔβλεπεν ὁ θεὸς πενθοῦντα τὸν Ναθάν· ἔλεγε γάρ, ὅτι
δι᾽ ἐμοῦ γέγονεν ἡ ἀσέβεια αὕτη. Καὶ προσέσχεν ὁ κύριος ἐπὶ τὸν στεναγμὸν αὐτοῦ· καὶ εἶπε πρὸς αὐτόν· ἐπειδὴ διὰ σοῦ νομίζεις γεγενῆσθαι τὸ τραῦμα, διὰ σοῦ καὶ ἡ θεραπεία γενήσεται. Ἀπελθὼν οὖν ἤλεγξεν αὐτὸν ἐπὶ κεκρυμμένοιςκαὶἐποίησεναὐτός, καθὼς ἐνετείλατο αὐτῷ ὁ κύριος. Οὗτος οὖν εἰς βαθὺ γῆρας ἐλάσας καὶ ἐν πολλῇ ἀγαθῇ ἐκοιμήθη ἐν εἰρήνῃ.