De utilitate mathematicae
Theon Smyrnaeus
Theon Smyrnaeus. Theonis Smyrnaei philosophi platonici Expositio rerum mathematicarum ad legendum Platonem utilium. Hiller, Eduard, editor. Leipzig: Teubner, 1878.
τῶν δὲ τετραγώνων ἡ μὲν γένεσις, ὡς εἶπον, ἐκ τῶν περισσῶν ἀλλήλοις ἐπισυντιθεμένων, τουτέστι τῶν ἀπὸ μονάδος δυάδι ἀλλήλων ὑπερεχόντων· ἓν γὰρ καὶ γ΄ δ΄, καὶ δ΄ καὶ ε΄ θ΄, καὶ θ΄ καὶ ζ΄ ιϛ΄, καὶ ιϛ΄ καὶ θ΄ κε΄.
πεντάγωνοι δέ εἰσιν ἀριθμοὶ οἱ ἐκ τῶν ἀπὸ μονά- δος κατὰ τὸ ἑξῆς τριάδι 〈ἀλλήλων〉 ὑπερεχόντων συν- τιθέμενοι. ὧν εἰσιν οἱ μὲν γνώμονες α΄ δ΄ ζ΄ ι΄ ιγ΄ ιϚ΄ ιθ΄· αὐτοὶ δὲ οἱ πεντάγωνοι α΄ ε΄ ιβ΄ κβ΄ λε΄ να΄ καὶ ἑξῆς ὁμοίως. σχηματίζονται δὲ πενταγωνικῶς οὕτως· [*](10 inscr. περὶ τετραγώνων ἀριθμῶν A. εἶπον: p. 28, 3. 32, 9. 34, 1 14 inscr. περὶ πενταγώνων ἀριθμῶν A, κε in mg.)