Fragmenta

Speusippus

Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

61. Εὐβουλία ἀρετὴ λογισμοῦ σύμφυτος.

62. Πίστις ὑπόληψις ὀρθὴ τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται· βεβαιότης ἤθους.

63. Ἀλήθεια ἕξις ἐν καταφάσει καὶ ἀποφάσει· ἐπιστημη ἀληθῶν.

64. Βούλησις ἔφεσις μετὰ λόγου ὀρθοῦ· ὄρεξις εὔλογος· ὄρεξις μετὰ λόγου κατὰ φύσιν.

65. Συμβούλευσις παραίνεσις ἑτέρῳ πρὸ πράξεως, τίνα δεῖ τρόπον πράττειν.

66. Εὐκαιρία χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν ἢ ποιῆσαι.

67. Εὐλάβεια φυλακὴ κακοῦ· ἐπιμέλεια φυλακῆς.

68. Τάξις ἐργασίας ὁμοιότης τῶν πρὸς ἄλληλα πάντων ὄντων· συμμετρία κοινωνίας· αἰτία τῶν πρὸς ἄλληλα πάντων ὄντων· συμμετρία πρὸς τὸ μαθεῖν.

69. Πρόσεξις συντονία ψυχῆς πρὸς τὸ καταμαθεῖν.

70. Εὐφυΐα τάχος μαθήσεως· γέννησις φύσεως ἀγαθή· ἀρετὴ ἐν φύσει.

71. Εὐμάθεια εὐφυΐα ψυχῆς πρὸς τάχος μαθήσεως.

72. Δίκη ἀπόφασις κυρία περὶ ἀμφισβητουμένου πράγματος.

73. Νόμος ἀμφισβήτησις περὶ τοῦ ἀδικεῖν ἢ μή.

74. Εὐνομία πειθαρχία νόμων σπουδαίων.

75. Εὐφροσύνη ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις χαρά.

76. Τιμὴ δόσις ἀγαθῶν ἐν ταῖς δι’ ἀρετὴν πράξεσι διδομένων· ἀξίωμα ἀπ’ ἀρετῆς· σχῆμα σεμνότητος· τήρησις ἀξιώματος.

77. Προθυμία ἐμφανισμὸς προαιρέσεως πρακτικῆς.

78. Χάρις εὐεργεσία ἑκούσιος· ἀπόδοσις ἀγαθοῦ· ὑπουργία ἐν καιρῷ.

79. Ὁμόνοια ὁμοδοξία ἀρχόντων καὶ ἀρχομένων, ὡς δεῖ ἄρχειν καὶ ἄρχεσθαι.

80. Πολιτεία κοινωνία πλήθους ἀνθρώπων αὐτάρκης πρὸς εὐδαιμονίαν· κοινωνία πλήθους ἔννομος.