Fragmenta

Speusippus

Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

81. Πρόνοια παρασκευὴ πρὸς μέλλοντά τινα.

82. Βουλὴ σκέψις περὶ τῶν μελλόντων πῶς συμφέρει.

83. Νίκη δύναμις κρατητικὴ περὶ ἀγωνίαν.

84. Εὐπορία εὐκρίνεια κρατητικὴ τοῦ λογιζομένουᶠ.

85. Δωρεὰ ἀλλαγὴ χάριτος.

86. Καιρὸς χρόνου ἀκμὴ πρὸς τὸ συμφέρον· χρόνος ἀγαθοῦ τινος συνεργός.

87. Μνήμη διάθεσις ψυχῆς φυλακτικὴ τῆς ἐν αὐτῇ ὑπαρχούσης ἀληθείας.

88. Ἔννοια συντονία διανοίας.

89. Νόησις ἀρχὴ ἐπιστήμης.

90. Ἁγνεία εὐλάβεια τῶν πρὸς τοὺς θεοὺς ἁμαρτημάτων· τῆς θεοῦ τιμῆς κατὰ φύσιν θεραπεία.

91. Μαντικὴ ἐπιστήμη θεωρητικὴ τοῦ ὄντος καὶ μέλλοντος ζῴῳ θνητῷ.

92. Μαντεία ἐπιστήμη προδηλωτικὴ πράξεως ἄνευ ἀποδείξεως

93. Σοφία ἐπιστήμη ἀνυπόθετος· ἐπιστήμη τῶν ἀεὶ ὄντων· ἐπιστήμη θεωρητικὴ τῆς τῶν ὄντων αἰτίας.

94. Φιλοσοφία τῆς τῶν ὄντων ἀεὶ ἐπιστήμης ὄρεξις· ἕξις θεωρητικὴ τοῦ ἀληθοῦς, πῶς ἀληθές· ἐπιμέλεια ψυχῆς μετὰ λόγου ὀρθοῦ.

95. Ἐπιστήμη ὑπόληψις ψυχῆς ἀμετάπτωτος ὑπὸ λόγου· δύναμις ὑποληπτική τινος ἢ τινῶν, ἀμετάπτωτος ὑπὸ λόγου· λόγος ἀληθὴς ἐπὶ διανοίᾳ ἀμετάπτωτος.

96. Δόξα ὑπόληψις μετὰ πίστεως λογική· λόγιστικὴ φορά· διάνοια ἐμπίπτουσα εἰς ψεῦδος καὶ ἀληθὲς ὑπὸ λόγου.

97. Αἴσθησις ψυχῆς φορά· νοῦ κίνησις ψυχῆς διὰ σώματος εἰσάγγελσις εἰς ὥρας ἀνθρώπων, ἀφ’ ἧς γίγνεται ψυχῆς ἄλογος δύναμις γνωριστικὴ διὰ σώματος.

98. Ἕξις διάθεσις ψυχῆς καθ’ ἣν ποιοί τινες λεγόμεθα.

99. Φωνὴ ῥεῦμα διὰ στόματος ἀπὸ διανοίας.

100. Λόγος φωνὴ ἐγγράμματος, φραστικὴ ἑκάστου τῶν ὄντων· διάλεκτος σύνθετος ἐξ ὀνομάτων καὶ ῥημάτων ἄνευ μέλους.